Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι τὸ τῶν Ἰνδῶν πλῆθος εἰς ζ΄ μέρη διήρηται· ὧν πρῶτοι μὲν οἱ φιλόσοφοι, ἐντιμότατοι καὶ ὀλίγιστοι. Χρῶνται δ᾿ αὐτοῖς δημοσίᾳ τε καὶ ἰδίᾳ, θύοντές τε καὶ ἐναγίζοντες καὶ μαντευόμενοι· ὃς δ᾿ ὅν τρὶς μαντευσάμενος ἀστοκχήσῃ, ἀναγκάζεται διὰ βίου σιγᾶν, ὁ δὲ κατορθώσας ἀτελὴς καὶ ἔφορος γίνεται. Δεύτεροι δ᾿ οἱ γεωργοὶ, πλεῖστοί τε ὅντες καὶ ἐπιεικεῖς διὰ τὸ μή στρατεύεσθαι ἔστι δ᾿ ἡ γῆ πᾶσα βασιλικὴ, μισθοῦ δ᾿ αὐτὴν ἐπὶ τετάρταις ἐργάζονται τῶν καρπῶν. Τρίτοι δ᾿ οἱ ποιμένες καὶ θηρευταὶ, οἶς μόνοις ἔξεστι θηρεύειν καὶ θρεμματοτροφεῖν, σκηνῖται ὄντες καὶ μετανάσται. Οἱ δ᾿ ἐλέφαντες ιὸ μῆνας κατὰ γαστρὸς φέρονται, παρὰ δὲ τῆ μητρὶ Ϛ΄ ἔτη τρέφονται, ζῶσι δ᾿ ἔτη πλεὶω τῶν σ΄. Τῶν δὲ Λιβυκῶν οἱ Ἰνδικοὶ μείζους τέ εἶσι καὶ ῥωμαλεώτεροι· ταῖς γοῦν προβοσκίσιν ἐπάλξεις καθαιροῦσι καὶ δένδρα ἀνασπῶσι πρόρριζα, διανιστάμενοι εἰς τοὺς ἀπισθίους πόδας. Τοσοῦτον δ᾿ εἰσὶν εὐτιθάσσευτοι καὶ θυμόσοφοι, ὥστε καὶ λιθάζειν μανθάνουσι καὶ ὅπλοις χρῆσθαι καὶ νεῖν. Οἱ δὲ χρυσοφόροι μύρμηκες, ὥσπερ οἱ ἀσπάλακες, ὀρύττουσι τήν γῆν, χρυσῖτιν οὖσαν, ἢν οἱ Ἰνδοὶ σοφίσμασί τισιν ὑποκλέπτουσι φοβοῦνται γὰρ, μή ληφθέντες ὑπὸ τῶν μυρμήκων ἀπόλωνται καὶ γὰρ μέγεθος μέν ἔχουσιν ὑπὲρ ἀλώπεκα, τάχος δ᾿ ὑπὲρ

622
λαγών. Οἱ δ᾿ ὄφεις, οἱ μὲν μικροὶ καὶ σπιθαμιαῖοι ἀφύλακτοί τέ εἰσι καὶ θανατώδεις, οἱ δὲ μεγάλοι καὶ ὑπὲρ τοὺς ιε΄ πήχεις δυνάμεως περιουσία πάλιν ἀφόρητοι, ἐπαοιδαῖς δὲ καὶ βοτανῶν ῥίζαις ἰῶνται. Κροκόδειλοι δʼ εἰσὶν ἐν τῷ Ἰνδῷ ποταμῷ, μικρότεροι τῶν Νειλώων. Τέταρτοι δʼ εἰσὶν οἱ χειρώνακτες καὶ κάπηλοι. Πέμπτοι δʼ οἱ πολεμισταὶ, οἵτινες τὰ μὲν ἄλλα ἔτη εὐπαθοῦσι, σιτιζόμενοι προῖκα, ἐν δὲ τοῖς πολέμοις ἐξέρχονται. Ἔκτοι δʼ οἱ ἔφοροι, οἵτινες ἐπισκοποῦντες λάθρα ἀναγγέλλουσι ταῖς ἀρχαῖς τὰ εὖ ἢ κακῶς πραττόμενα. Ἔβδομοι δʼ οἱ σύνεδροι καὶ σύμβουλοὶ τοῦ βασιλέως, ἐξ ὧν τὰ ἀρχεῖα καὶ δικαστήρια καὶ ἡ διοίκησις τῶν ὅλων. Οὐ δεῖ δʼ ἐξ ἄλλου γένους γαμεῖν οὔτʼ ἐπιτηδεύειν τι ἀντ᾿ ἄλλου ἄλλο, οὐδὲ πλείους μεταχειρίζεσθαι τὸν αὐτὸν τέχνας, πλὴν εἰ --- φιλοσοφεῖν μόνον.

Ὅτι Ἰνδοὶ οἶλνον οὐ πίνουσι, πλὴν ἐν θυσίαις μόνον, ἀλλ᾿ ἀπὸ χυλοῦ ὀρύζης ποιοῦσι τὸ πόμα, οὐχὶ δὲ κριθῆς.

Ὅτι Ἰνδοὶ τοσοῦτον ἁπλότητος μεταποιοῦνται, ὡς μηδὲ τὰ οἴκοι φυλάττειν· τὴν γὰρ ἀπιστίαν φασὶ πονηροδιδασκαλίαν εἶναι.

Ὅτι Ἰνδοὶ ἀλήθειαν καὶ ἀρετὴν μάλιστα ἐπιτηδεύουσι, καὶ ὁ ἁλοὺς ἐπὶ ψευδομαρτυρίᾳ ἀκρωτηριάζεται.

Ὅττι τοὺς τῶν Ἰνδῶν βασιλεῖς γυναῖκες κομίζουσιν ἐπιμελόμεναι· ἐὰν δέ τις γυνὴ μεθύοντα βασιλέα ἀποκτείνῃ, τιμᾶται.

Ὅτι τῶν παῤ Ἰνδοῖς σοφῶν δύο γένη ἐστίν ὧν οἱ μὲν Βραχμᾶνές εἰσιν, οἱ δὲ Γερμᾶνες. Οἱ δὲ Βραχμᾶνες ἀπέχονται ἐμψύχων καὶ ἀφροδισίων, φιλομαθοῦντες ἐν ἀφθόνῳ διαθέσει· ὁ δʼ ἀκροατὴς οὔτε χρέμψαιτο οὔτε λαλήσαι οὔτε πτύσαι ἀλλʼ εὐτάκτως σιγᾷ· ἔτη δὲ λζ΄ οὕτως ζήσας ἕκαστος ἀναχωρεῖ εἰς τὰ οἰκεῖα καὶ μετὰ ταῦτα ἐν εὐπαθείᾳ ζῇ, χρυσοφορῶν καὶ κρεῶν ἁπτόμενος.

Ὅτι Ἰνδοὶ νομίζουσι τὸν μὲν ἐνθάδε βίον ὡς ἂν ἀκμὴν κυομένων εἶναι, τὸν δὲ θάνατον γένεσιν εἰς τὸν ὄντως βίον τὸν εὐδαίμονα τοῖς φιλοσοφήσασι· τὸν δὲ κόσμον γεννητὸν καὶ φθαρτόν φασι καὶ σφαιροειδῆ, καὶ ὅτι ὁ ποιήσας καὶ διοικῶν αὐτὸν θεὸς δι᾿ ὅλου διαπεφοίτηκεν αὐτοῦ, καὶ ὅτι αἱ ψυχαὶ ἀθάνατοί εἰσι, καὶ τὰ ὑπὸ γῆν δικαιωτήρια.

Ὅτι οἱ Γερμᾶνες τὸ πολιτικὸν τῆς φιλοσοφίας μετέρχονται τῇ δὲ ἰατρικῇ χρῶνται, οὐ τῇ διὰ φαρμάκων, ἀλλὰ τῇ διὰ διαίτης τὸ πλέον· καὶ τῶν φαρμάκων τὰ ἐπίπλαστα καὶ ἐπίχριστα εὐδοκιμεῖν.

Ὅτι πάντες Ἰνδῶν οἱ σοφοὶ καρτερίαν ἀσκοῦσι, τήν τʼ ἐν τοῖς πόνοις καὶ τὴν ἐν ταῖς ἐπιμοναῖς, ὥστʼ ἐφ᾿ ἑνὸς σχήματος ἀκίνητον διατελέσαι τὴν ἡμέραν ὅλην.

623

Ὅτι οἱ ἐν Ταξίλοις Ἰνδοὶ τοὺς τελευτήσαντας ἀτάφους ῥίπτουσιν.

Ὅτι οἱ παρ᾿ Ἰνδοῖς σοφοὶ, ἡνίκα αἴσθωνται νοσούντων ἑαυτῶν, αἰσχρὸν τοῦτο ἡγούμενοι, έηάγουσιν ἑκυτοὺς τοῦ ζῆν διὰ πυρός.

Ὅτι Πῶρός τις, Ἰνδὸς βασιλεὺς, ἀπέστειλε πρὸς Καίσαρα τὸν Θεὸν δῶρα, ἄνθρωπόν τε ἔξ ἀρχῆς ἀποτετμημένων τῶν ὤμων ἄχειρα καὶ ἐχίδνας μεγάλας καὶ ὄφιν πηχῶν ι΄ καὶ χελώνην ποταμίαν τρίπηχυν καὶ πέρδικα μείζω γυπός.

Ὅτι πρὸς δυσμὰς τοῦ Ἰνδοῦ ποταμοῦ ἥ τε Ἀρεία ἐστὶ καὶ πρὸς νότον Ἀραχωσία καὶ Γεδρωσὶα ἔτι, τετράπλευρον οὖσα, οὗ τὸ μέν νότιον πλευρὸν ἡ Ἐρυθρὰ, τὸ δ᾿ ἀνατολικὸν ὁ Ἰνδὸς, τὸ δ δυτικὸν ὁ Περσικὸς κόλπος, τὸ δὲ βόρειον τὰ ὄρη τοῦ Ταύρου, ἃ καλεῖται Βάγωα καὶ Πάρσυντα. Τὸ δὲ μῆκος τῆς θαλάσσης στάδιοι μύριοι γ.

Ὅτι γίνεται κήτη ἐν τῇ Ἐρυθρᾷ, πηχῶν ὄντα οβ΄. Ἐπίγραμμα ἐπὶ τῷ τάφῳ Κύρου τοῦ βασιλέως· « Ἐνθάδ᾿ ἐγ κεῖμαι Κῦρος, βασιλεὺς βασιλήων. Ἐπὶ δὲ τοῦ Δαρείου οὕτως· « Φίλος ἦν τοῖς φίλοις, ἱπππεὺς καὶ τοξότης ἄριστος ἐγενόμην, κυνηγῶν ἐκράτουν, πάντα ποιεῖν ἠδυνάμην. »

Ὅτι ἐν Σούσοις τοσαύτην ἔχει τὴν τοῦ ἀέρος ἐν θέρει ἀκμάζοντι ἡ πόλις μεσημβρίας τὴν θέρμην, ὡς καὶ τὰς σαύρας καὶ τοὺς ὄρεις ἐν τῆ πόλει διαβῆναι μὴ φθάνειν τὰς ἐν τῆ πόλει ὁδοὺς, ἀλλ᾿ ἐν μέσαις περιφλέγεσθαι· ὕδωρ δὲ ψυχρὸν προτεθέν ἐκθερμαίνεται παραχρῆμα. Τὰς δὲ κριθάς φασι διασπαρείσας εἰς τὸν ἥλιον φρύγεσθαι, καθάπερ ἐν ἰπνῷ τὰς κάχρυς. Διὸ καὶ ταῖς στέγαις ἐπὶ δύο πήχεις τὴν γῆν ἐπιτίθεσθαι ὑπὸ δὲ τοῦ βάρους ἀναγκάζεσθαι στενοὺς μέν, μακροὺς δὲ τοὺς οἴκους ποιεῖσθαι, ἀποροῦντας μακρῶν δοκῶν, δεομένους δὲ διὰ τὸ πνῖγος μεγάλων οἰκιῶν. Ἴδιον δέ τι πάσχει ἡ φοινικίνη δοκός· στερεὰ γὰρ οὖσα, παλαιουμένη οὐκ εἰς τὸ κάτω ἔνδοσιν λαμβάνει, ἀλλ᾿ εἰς τὸ ἄνω μέρος κυρτοῦται τῷ βάρει καὶ βέλτιον ἀνέχει τὴν ὀροφήν.

Ὅτι Πέρσαι ἀγάλματα καὶ βωμοὺς οὐχ ἱδρύονται, τιμῶσι δὲ ἥλιον καὶ σελήνην καὶ Ἀφροδίτην καὶ πῦρ καὶ γῆν καὶ ἀνέμους καὶ ὕδωρ. Εἰ δέ τις εἰς πῦρ φυσήσειεν ἢ νεκρὸν ἐπιθείη ἢ ὄνθον, θανατοῦται παρ᾿ αὔτοῖς· ῥιπίζοντες δὲ ἐξάπτουσι τὴν φλόγα. Τῷ δ᾿ ὕδατι---, ἐπὶ λίμνην ἢ ποταμὸν ἢ κρήνην ἐλθόντες, βόθρον ὀρύξαντες εἰς τοῦτον σφαγιάζονται, φυλαττόμενοι μή τι τοῦ πλησίον ὕδατος καθαροῦ αἱμαχθῇ, ὡς μιανοῦντες.

Ὅτι Πέρσαι εἰς ποταμὸν οὔτε οὐροῦσιν οὔτε νίπτονται οὕτε λούονται οὔτε νεκρὸν ἐμβάλλουσιν οὕτε τι μυσαρόν.

624

Ὅτι ἆθλα πολυτεκνίας Πέρσαι προτιθέασιν.

Ὅτι Πέρσαι μεθύοντες βουλεύονται περὶ τῶν μεγίστων καὶ ἡγοῦνται ταῦτα βεβαιότερα τῶν ἐν νήψει.

Ὅτι πρῶτος Δαρεῖος ὁ μακρόχειρ φόρους ἔταξε φέρειν· πρὸ γὰρ αὐτοῦ, ἐξ ὧν ἑκάστη χώρα ἔφερεν, ἐτελεῖτο, οἶον σῖτος, ἵπποι.