Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι Ἰνδικὴ σχῆμα ἔχει ῥομβοειδές ἧς τὸ μὲν βόρειον πλευρὸν ὁ Καύκασός ἐστὶ τὸ ὄρος ἀπὸ τῆς Ἀρείας ἀρξάμενον ἕως τοῦ ἀνατολικωτάτου πέρατος, ὅπερ ὄρος διορίζει Σάκας τε καὶ Σκύθας καὶ Σῆρας πρὸς βορρᾶν, Ἰνδοὺς δὲ πρὸς νότον· τὸ δὲ δυτικὸν πλευρὸν ὁ Ἰνδός ἐστι ποταμὸς, ῥέων ἐκ τοῦ Καυκάσου πρὸς δυσμὰς χειμερινάς· τὸ δὲ νότιον καὶ ἀνατολικὸν ἡ Ἐρυθρά ἐστι θάλασσα.

Ὅτι πᾶσα ἡ Ἰνδικὴ ποταμοῖς ἐστι κατάρρυτος· ὧν μέγιστοι δύο, Ἰνδὸς καὶ Γάγγης, ὧν πολὺ μείζων ὁ Γάγγης ἐστίν.

Ὅτι ὁ Γάγγης ποταμὸς, ῥυεὶς ἐκ τῶν ὁρέων τῶν Καυκασίων πρὸς νότον, ἐπειδὰν ἅψηται τῶν πεδίων, ὑποστρέφει πρὸς ἀνατολὰς ἕως πόλεως μεγίστης Παλίβοθρα, οὕτως πρὸς νότον αὖθις εἰς τὴν Ἐρυθρὰν βάλλει. Ὅ δὲ Ἰνδὸς ποταμὸς, δυσὶ στόμασι τὴν Παταληνὴν νῆσον πρὸς ταῖς ἐκβολαῖς περιλαβὼν, ἐκδίδωσιν εἰς τὴν Ἐρυθράν.

Ὅτι πολλοὶ ὄμβροι τὴν Ἰνδικὴν κατέχουσιν, ἐν οἷς λίνον σπείρεται καὶ κέγχρος καὶ σήσαμον καὶ ὄρυζα καὶ βόσμορον· τοῖς δὲ χειμερινοῖς καιροῖς σῖτος, κριθὴ, δσπρια καὶ ἄλλοι καρποὶ, ὧν ἡμεῖς ἄπειροι.

Ὅτι περὶ τὴν Ἰνδικὴν θάλασσαν γίνεται κήτη ἀμφίβια, τὰ μὲν βουσὶ, τὰ δʼ ἵπποις, τὰ δʼ ἄλλοις χερσαίοις ἐοικότα.

Ὅτι ὁ βόσμορος σῖτός ἐστι μικρότερος πυροῦ, γεννᾶται δʼ ἐν ταῖς μεσοποταμίαις. Φρύγεται δʼ ἐπὰν ἀλοηθῇ, προομνύντων μὴ ἀποίσειν ἄπυρον ἐκ τῆς ἅλω τοῦ μὴ ἐξάγεσθαι σπέρμα. Ἡ δὲ Ἰνδικὴ σεισμοῖς πολλοῖς ἁλίσκεται, καὶ οἱ ποταμοὶ πολλάκις μετακοιτιζόμενοι τὰς παρακειμένας πόλεις τὰς μὲν κατακλύζουσι, τὰς δὲ ἀκαρπίᾳ διαφθείρουσι καὶ δίψῃ.

Ὅτι οἱ τῆς Ἰνδικῆς καρποὶ δίφοροί εἰσιν, οἵ τε σπαρτοὶ καὶ οἱ τῶν δένδρων διά τε τοὺς πολλοὺς ὄμβρους καὶ τοὺς ἰσχυροὺς ἡλίους.

620

Ὅτι ἔν τισι κλάδοις τῶν ἐν Ἰνδίᾳ δένδρων ἔριον ἐπανθεῖ διὰ τὸ ἔνικμον τοῦ ξύλου, ἐξ ὧν σινδόνες γίνονται. Ἔστι δὲ καὶ φλοιὸς δένδρων ἐκεῖ, ἐξ ὧν ἱμάτια ποικίλα γίνεται. Ἔστι δὲ καὶ δένδρα παῤ αὐτοῖς μέλι ποιοῦντα ἄνευ ζῴων, ἐξ ὧν οἱ φαγόντες μεθύσκονται. Εἰσὶ δέ τινα ἐκεῖ δένδρα, ὧν τὰ φύλλα οὐκ ἐλάττω ἀσπίδος ἐστίν ἄλλα δὲ ἕως ὀλίγων πηχῶν κλάδους αὐξήσαντα, εἶτα διὰ τὸ βάρος κάτω νεύειν, αὐξόμενα ἕως τῆς γῆς, εἶτα ἐκεῖσε πάλιν ῥιζωθέντα αὖθις αὔξεσθαι πρὸς τὸ ἄνω, εἶτα αὖθις ἐπινεύειν καὶ αὖθις ῥιζοῦσθαι. ὡς ἐοικέναι τὴν σκιὰν αὐτῶν οἰκίᾳ πολυστέγῳ. Εἰσὶ δὲ καὶ δένδρα, ὧν τὰ στελέχη καὶ ε΄ ἀνθρώποις εἶναι δυσπερίληπτα.

Ὅτι ἱστορεῖ Ἀριστοτέλης, γυναῖκα Αἰγυπτίαν ἐπτάδυμα παιδία τετοκέναι· πολυτόκοι γὰρ αἱ τῶν Αἰγυπτίων γυναῖκες.

Ὅτι, Ἀλιξάνδρου ἀφικομένου εἰς Τάξιλα, πόλιν Ἰνδῶν, ξενισθέντος ὑπὸ τῶν ἐνοικούντων μεγάλως καὶ μειζόνως αὐτοὺς εὐεργετήσαντος, οἱ Μακεδόνες ἐφθόνησαν φάντες, ὅτι οὐκ εἶχεν Ἀλέξανδρος, ὡς ἔοικεν, οὓς εὐεργετήσει, πρὶν διέβη τὸν Ἰνδόν.

Ὅτι οἱ πίθηκοι καὶ οἱ ἐλέφαντες ἀνθρωπόνουν ἐστὶ ζῷον· καὶ σημεῖον τούτου αἱ ἐν πολέμῳ σὺν τάξει προσβολαὶ ἑκατέρων.

Ὅτι οἱ πίθηκοι ὑπὸ Ἰνδῶν ἁλίσκονται οὕτως· θέντες ὕδωρ πρὸ αὐτῶν ἀπονίπτονται τὸ πρόσωπον καὶ πλησίον ἕτερον τρυβλίον ἔχον ἰξὸν, ἀπονιψάμενοι δὲ ὑποχωροῦσιν· οἱ δὲ πίθηκοι, καθήμενοι μετέωροι ἐπὶ δένδρου, καταβάντες μιμοῦνται καὶ οὕτως ἀπονιπτόμενοι τοῦ ἰξοῦ ἁλίσκονται. Καὶ ἑτέρως πάλιν· θυλάκους ὑποδοῦνται κενοὺς καὶ ὑποχωροῦσι, πλησίον ἀφέντες ἑτέρους δασεῖς, ἰξῷ κεχρισμένους οἱ δὲ μιμησάμενοι ἁλίσκονται.

Ὅτι τινὲς τῶν Ἰνδῶν τοῖς τεθνηκόσι συγκατακαίουσι τὰς γαμετὰς, ἵνα μὴ προφάσει μοιχείας ἐρῶσαι ἄλλων, φαρμακεύοιεν αὐτοὺς τοὺς γαμέτας.

Ὅτι παῤ Ἰνδοῖς κύνες εἰσὶν ἀρετὰς ἔχοντες μεγάλας. Ἀλεξἀνδρῳ γοῦν Σωπείθης ρν΄ κύνας δοὺς, ἀποπείρας χάριν λέοντα προβαλὼν, δύο αὐτῷ κύνας ἐπαφῆκε· κρατουμένων δὲ αὐτῶν, ἑτέρους δύο ἐπαφῆκεν· ὡς δὲ ἐφάμιλλος ἦν ὁ ἀγὼν, ἐκέλευσεν ὁ Σωπείθης τὸν ἕνα κύνα ὑποχωρῆσαι μὴ πειθομένου δὲ, τὸν μηρὸν ἐκέλευσεν ἐκτμηθῆναι τοῦ κυνὸς, καὶ οὕτως ἀργῶς πρότερον ἐξετμήθη ὁ μηρὸς ἢ τοῦ δήγματος ὁ κύων μεθῆκεν, ἀλλ΄ εἴχετο τοῦ λέοντος, ἕως ἀπέθανεν.

Ὅτι ἐν Ἰνδίᾳ ὑγιεινότατος μὲν ὁ ἀὴρ, μακροβιώτατοι δʼ οἱ Ἰνδοὶ, ὥστε καὶ ὑπὲρ τὰ ρλ ἔτη ζῆν. Συσσίτια δʼ ἐστὶν αὐτοῖς, ὡς τοῖς Λάκωσι. Τῷ δὲ χρυσῷ οὐ χρῶνται, οὐδὲ τῷ ἀργύρῳ· ἀντὶ δὲ δούλων τοῖς ἐν ἀκμῇ χρῶνται. Πλὴν δὲ τῆς ἰατρικῆς ἄλλην

621
οὐ κατορθοῦσιν ἐπιμελῶς ἐπιστήμην, ὡς ἂν κακουργουσῶν τῶν ἄλλων, εἰ πλέον τοῦ μετρίου διδάσκοιντο. Δίκη δὲ παρ᾿ αὐτοῖς οὐκ ἐστι πλὴν φόνου καὶ ὔβρεως ταῦτα γὰρ οὐκ ἐφ᾿ ἡμῖν ἐστι παθεῖν, τὰ δ᾿ ἔν τοῖς συμβολαίοις ἐφ᾿ ἡμῖν, καὶ δεῖ πολυπραγμονεῖν πρότερον, πρὶν ἐξαπατηθῇ τις, ἵνα μὴ δικῶν ἢ πλήρης ἡ χώρα.

Ὅτι ἐν Ἰιδίᾳ τίγριδες γίνονται διπλάσιοι τῷ μεγέθει λεόντων, καὶ ἰσχυρότατοι δὲ πάντων μάλιστα λεόντων.

Ὅτι φασὶν ἔν Ἰνδίᾳ λίθους ὀρύττεσθαι λιβανοχρόους, γλυκυτέρους σύκων· καὶ ὄφεις ὑμενοπτερωτοὺς καὶ σκορπίους.

Ὅτι ἐν Ἰνδίᾳ ἀλκιμώτατοί εἰσι κύνες, οὐ πρότερον μεθιέντες τοῦ δήγματος, πρὶν ὕδωρ εἰς τοὺς ῥώθωνας αὐτῶν χυθῆναι· ἐνίοις δὲ ὑπὸ προθυμίας ἐν τῷ δήγματι διαστρέφεσθαι τοὺς ὀφθαλμούς φασι, τοῖς δὲ καὶ ἐκπίπτειν· κατέχεσθαι δὲ καὶ λέοντα ὑπὸ κυνὸς καὶ ταῦρον, τὸν δέ ταῦρον καὶ ἀποθανεῖν, κρατούμενον ἀπὸ τοῦ ῥύγχους.

Ὅτι ἐν τῇ ὀρεινῇ τῆς Ἰνδικῆς Σίλας ἐστὶ κοταμός, τινες εἶαν ἂν δυνάμεις.

Ὅτι εἰσὶν ἀέρες λεπτοὶ, οἶς οὐδὲν ἐποχεῖται πτηνόν. Ἴδως δὲ καὶ οἱ ἀναφερόμενοι ἀτμοὶ ἐπισπῶνται φυσικῇ ὁλκῂ καὶ οἶον ῥοφοῦσι τὰ ὑπερπετῆ, (καὶ) ὡς τὸ ἤλεκτρον τοῦ ἀχύρου καὶ ἡ μαγνῆτις τοῦ σιδήρου ἑλκτικά ἐστι τάχα δὲ καὶ καθ᾿ ὕδατος τοιαῦταὶ τινες εἶεν ἂν δυνάμεις.