Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι τὸ ὄρος ὁ Ταῦρος, ὃς διαιρεῖ δίχα τὴν Ἀσίαν κατὰ μῆκος, πλάτος μὲν ἔχει πολλαχοῦ καὶ γ σταδίων· μῆκος δὲ ὅσον καὶ τῆς Ἀσίας, μυριάδων δʼ καὶ γε, ἀπὸ τῆς Ῥοδίων περαίας ἐπὶ τὰ ἄκρα τῆς Ἰνδικῆς.

Ὅτι ἡ Παρθυαία καὶ Μηδία καὶ Ἀρμενία καὶ Καππαδοκῶν τινες καὶ Κίλικες καὶ Πισίδαι ἐν αὐτῷ τῷ Ταύρῳ ὄρει κεῖνται.

Ὅτι ὁ ἰσθμὸς ἀπὸ τοῦ Εὐξείνου πόντου ἐπὶ τὸν Ὑρκάνιον στάδιά ἐστι γ. Καὶ ἀπὸ τούτου πρὸς βορρᾶν οἷον χερρόνησός ἐστι μεγάλη, περιεχομένη ἐκ μὲν δυσμῶν τῷ τε Εὐξείνῳ καὶ τῇ Μαιώτιδι καὶ Τανάιδι ποταμῷ καὶ τῇ ἑξῆς ἐρήμῳ καὶ ἀγνώστῳ γῇ ἕως τοῦ ὠκεανοῦ, εἰ δὲ καὶ ὁ ὠκεανὸς ἐκ τοῦ βορρᾶ περιέχει τὴν οἰκουμένην, ἀπʼ αὐτοῦ αὖθςι ἐπὶ νότον ἰόντι ἕως τῆς Κασπίας θαλάσσης τῆς κατὰ Ἀλβανίαν.

Ὅτι. Πομπήιος φίλος ἦν Ποσειδωνίῳ. Ἐλθὼν οὖν εἰς Ῥόδον, ὅτε ἐπὶ τὸν Μιθριδατικὸν ἐξώρμα πόλεμον, ἐνέτυχέ τε αὐτῷ καὶ χρηματίσας ὅσων ἐδεῖτο, ἔφησεν ἔσχατον, εἴ τινος δέοιτο· ὁ δὲ ἀπεκρίνατο· βούλομαί σε, ὦ Πομπήιε, « αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων. » Ἐξ οὗ καὶ τὰ κατὰ Ἰβηρίαν καὶ Ἀλβανίαν καὶ Ἀρμενίαν ἐπύθετο.