Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι πρὸς τοὺς προσποιουμένους μή εἰδέναι ἃ ἴσασι παροιμία ἐτέθη, « ὁ Κρὴς ἀγνοεῖ τὴν θάλασσαν· » οἱ γὰρ Κρῆτες ἐθαλασσοκράτησαν πρῶτοι, ναυτικῷ μεγάλῳ χρώμενοι.

Ὅτι Κρῆτες τὸν μὲν ἐραστὴν φιλήτορα καλοῦσιν, τὸν δὲ ἐρώμενον κλεινόν· ποιοῦνται δὲ τὰ παιδικὸ δι᾿ ἁρπαγῆς, οὐχὶ πειθοῖ.

Ὅτι Σίφνος νῆσός ἐστιν εὐτελὴς, ἐφ᾿ ἢ καὶ παροιμία ἐλέχθη « Σίφνιος ἀστράγαλος » διὰ τὴν εὐτέλειαν.

Ὅτι αἱ Κυκλάδες νῆσοι ιβ΄ ἦσαν πρὶν, ὕστερον

593
δὲ καὶ ἄλλσι ταύταις προσεγενοντο. Ἄρχονται δὲ αὄται ἀπὸ νήσου τῆς πρὸ τοῦ Σουνίου, Ἑλένης καλουμένης, περὶ ἧς Ὅμηρος ἔφη· « νήσῳ δʼ ἐν Κρανάῃ ἐμίγην φιλότητι. » Εἰσὶ δʼ αὗται Κέως, Κύθνος, Σέριφος, Μῆλος, Σίφνος, Κίμωλος, Πρεπέσινθος, Ὠλίαρος, Πάρος, Νάξος, Σύρος, Μύκονος, Τῆνοι, Ἄνδρος, Γύαρος. Αἱ δὲ Σποράδες νῆσοι ἀνατολικώτεραί εἰσι τῆς Κρήτης· οἷαί εἰσιν αἱ περὶ Νίσυρον καὶ Κῶν καὶ Καλύδνας καὶ Λέρον καὶ Πότμον.