Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι οἱ Τάφιοι καὶ οἱ Τηλεβόαι νήσους κατῴκουν ὁμωνύμως αὐτοῖς καλουμένας, πλησίον τῶν Ἐχινάδων.

Ὅτι ὁ κατὰ Νικομήδειαν τῆς Βιθυνίας κόλπος Ἀστακηνὸς καλεῖται ἀπό τινος πολιχνίου κειμένου ἐν τῷ μυχῷ, Ἀστακοῦ καλουμένου.

Ὅτι Τυνδάρεως καὶ Ἰκάριος, ἐκπεσόντες Σπάρτης ὑπὸ Ἱπποκόωντος, ἦλθον εἰς Πλευρῶνα παρὰ Θέστιον, καὶ μετ᾿ αὐτοῦ συγκατεκτήσαντο πολλὴν χώραν καὶ τῶν Ταφίων καὶ Ἐχινάδων νήσων· ἀλλ᾿ ὁ μὲν Τυνδάρεως, γήμας Λήδαν τὴν Θεστίου παῖδα, μετῴκησεν εἰς τήν οἰκείαν· ὁ δὲ Ἰκάριος ἔγημε Πολυκάστην τὴν Λυγαίου παῖδα καὶ τῆς Ἀκαρνανίας ἐκυρίευσεν· ἐξ ὧν Πηνελόπη καὶ ἀδελφοὶ αὐτῆς.

Ὅτι Ἀκαρνᾶνες οὐ συνεστράτευσαν Αἰτωλοῖς κατὰ τῆς Τρωάδος· ὅθεν ὕστερον ἔτεσι πολλοῖς Ῥωμαίους ἔπεισαν τοῦτο καὶ τὴν αὐτονομίαν ἀπέλαβον διὰ τὸ μὴ συστρατεῦσαι Ἕλλησι κατὰ τῶν Τρώων, οἵτινες ἦσαν πρόγονοι Ῥωμαίων· ὁ γὰρ Αἰνείας ἐκ τῶν Τρώων ἦν.

Ὅτι οἱ Κουρῆτες οὐκ ἦσαν Αἰτωλοὶ διὰ τὰ ἔπη ταῦτα· « Κουρῆτές τ᾿ ἐμάχοντο καὶ Αἰτωλοί. » Πάλιν οἱ τοῦ Πορθέως παῖδες τρεῖς, Αἰτωλοὶ ὄντες καὶ τὴν Πλευρῶνα καὶ Καλυδῶνα οἰκοῦντες, Κουρῆτες ἦσαν· οἱ γὰρ Πλευρώνιοι Κουρῆτές εἰσιν, ὅπερ ἀληθέστερον. Ἔθος γάρ ἐστιν Ὁμηρικὸν, τὰ μέρη τοῖς ὅλοις συναριθμεῖν, οἶον « οἳ δ᾿ Ε.υβοιαν ἔχον — Χαλκίδα τε· » καὶ πάλιν· « Τρῶες καὶ Λύκιοι — καὶ Μυρμιδόνες καὶ Ἀχαιοί. » Τοιοῦτον οὖν καὶ τὸ Κουρῆτες καὶ Αἰτωλοί. Φασὶν οὖν, ὅτι Κουρήτων ἐχόντων τὴν νῦν αἰτωλίαν, ἐκπεσὼν ἐξ Ἤλιδος Αἰτωλὸς μετά τινῦν Ἐπειῶν, ἐκυρίευσε τῆς ἐξ ἑαυτοῦ κληθείσης Αἰτωλίας, καὶ οἱ Κουρῆτες μετῴκησαν εἰς τὴν Ἀκαρνανίαν. Μετὰ οὖν γενεὰς ι΄ Ὄξυλος μετὰ Ἡρακλειδῶν κατῆλθεν εἰς τὴν Ἤλιδα ὡς πατρῴαν, ὡς καὶ τὸ ἐπίγραμμα τὸ ἐν τῆ εἰκόνι Αἰτωλοῦ δηλοῖ·

591
  • Χώρης οἰκιστῆρα παῤ Ἀλφειοῦ ποτε δίναις
  • θρεφθεντα, σταδίων γείτον’ Ὀλυμπιάδος,
  • Ἐνδυμίωνος παῖδʼ Αἰτωλοὶ τόνδʼ ἀνέθηκαν
  • Αἰτωλὸν, σφετέρας μγῆμ ἀρετῆς ἐσορᾶν.
  • Τὸ δὲ ἐπὶ τῇ Ὀξύλου εἰκόνι ἐπίγραμμα οὕτως ἔχει·
  • Αἰτωλδς ποτε τόνδε λιπὼν αὐτόχθονα δῆμον,
  • κτήσατο Κουρῆτιν γῆν δορ πολλὰ καμών.
  • τῆς δʼ αὐτῆς γενεῆς δεκατόσπορος Αἴμονος νἱος,
  • Ὄξυλος, ἀρχαίην ἔκτισε τήνδε πόλιν.
  • Tὸ δὲ Ὀξύλου ἐν Ἤλιδι κεῖται, τὸ δʼ Αἰτωλοῦ ἐν Αἰτωλία.

    Ὅτι Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ, πόλεμον ἔχοντες πρὸς Ἐρετριεῖς περὶ τοῦ Ληλαντίου πεδίου καὶ πολλάκις κρατούμενοι ἀπὸ τῶν ἐμπροσθίων τριχῶν καὶ καταβαλλόμενοι ὑπὸ τῶν πολεμίων, ἐπετήδευσαν τὰ ἔμπροσθεν κείρεσθαι τῆς κεφαλῆς· διὸ καὶ ὑπὸ Ὁμήρου ὄπισθεν κομόωντες προσηγορεύθησαν. Καὶ μετοικήσαντες εἰς Αἰτωλίαν ὕστερον καὶ μάχῃ νικήσαντες τοὺς ἐνοικοῦντας ἐδίωξαν πέραν τοῦ Ἄχελῴου ποταμοῦ· διὸ ἐκεῖνοι μὲν οἱ Εὐβοεῖς Κουρῆτες ἐκλήθησαν ἀπὸ τοῦ κείρεσθαι, οἱ δʼ ἐκβληθέντες Ἀκαρνᾶνες, ὡς μὴ κειρόμενοι.

    Ὅτι ὁ Θέστιος πενθερὸς ἦν Τυνδάρεώ τε καὶ Οἰνέως, πατὴρ Λήδας τε καὶ Ἀλθαίας· καὶ πολέμου ὄντος Θεστιάδαις τε καὶ Κουρῆσι πρὸς Οἰνέα τε καὶ Αἰτωλοὺς καὶ Μελέαγρον, ἤτοι περὶ γῆς ὅρων ἢ μυθικῶς καθʼ Ὅμηρον « ἀμφὶ συὸς κεφαλῆ καὶ δέρματι, » ὁ Μελέαγρος ἀνεῖλε τοὺς τῆς Ἀλθαίας ἀδελφούς· ἀνδʼ ὧν Ἀλθαία « πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐριννῦθς. »

    Ὅτι τοὺς ἐν Αἰτωλίᾳ Κουρῆτας τετραχῶς ἐτυμολογητέον· ἢ γὰρ διὰ τὴν ἐμπροσθίαν κουρὰν, ὡς εἴρηται, ἢ ἀπὸ ὄρους Κουρίου Αἰτωλικοῦ ἢ διὰ τὸ βλακώδεις εἶναι, ὥσπερ αἱ κοῦραι, ὁποῖοι καὶ Ἰάονες ἑλκεχίτωνες λέγονται, ἢ ἀπὸ Κουρήτων δαιμόνων, ἐνόπλιον ὀρχουμένων ὄρχησιν· λέγοι γὰρ ἂν τοὺς ἀνδρειοτάτους καὶ εἰδότας ἐν ὅπλοις ὀρχεῖσθαι· καὶ γὰρ Ὅμηρος εἰσάγει τὸν Αἰνείαν λέγοντα· « Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα. »

    Ὅτι κοινὸν Ἑλλήνων καὶ βαρβάρων ἐστὶ τὸ τὰς ἱεροποιίας μετὰ ἀνέσεως ἑορταστικῆς ποιεῖσθαι, τὰς μὲν σὺν ἐνθουσιασμῷ, τὰς δὲ χωρὶς, καὶ τὰς μὲν μετὰ μουσικῆς, τὰς δὲ μὴ, καὶ τὰς μὲν μυστικῶς, τὰς δʼ ἐν φανερῶ· ἡ γὰρ μουσικὴ φιλοσοφία ἐστὶ καὶ πρὸς τὴν τῶν ἠθῶν κάθαρσιν συμβαλλομένη, ὥς φησι Πλάτων.

    Ὅτι οἱ Ἕλληνες τῷ Διονύσῳ καὶ τῷ Ἀπόλλωνι καὶ τῇ Ἑκάτη καὶ ταῖς Μούσαις καὶ Δήμητρι προσέθεσαν τὸ ὀργιαστικὸν πᾶν καὶ τὸ Βακχικὸν καὶ τὸ χορικὸν καὶ μυστικόν.

    Ὅτι οἱ Κουρπητες δαίμονές τινές εἰσι περὶ τὸν

    592
    Δία· οὕτως δ᾿ ὠνομάσθησαν διὰ τὸ κουροτροφῆσαι αὐτόν. Τοῦ δὲ Διονύσου ὁπαδοὶ δαίμονες Σάτυροί τε καὶ Σιληνοὶ καὶ Βάκγαι Λῆναί τε καὶ Θυῖαι καὶ Μιμαλλόνες καὶ Ναΐδες καὶ Νύμφαι καὶ Τίτυροι.

    Ὅτι οἱ Βερέκυντες, Φρυγίων τι γένος ὅν, καὶ ἁπλῶς οἱ Φρύγες Ῥέαν τιμῶσι καὶ ὀργιάζουσι ταύτῃ, μητέρα καλοῦντες θεῶν καὶ Ἄγεστιν καὶ φρυγίαν θεὸν μεγάλην, ἀπὸ δὲ τῶν τόπων Ἰδαίαν καὶ Δινδυμήνην καὶ Σιπυλήνην καὶ Κυβήβην καὶ Πεσσινουντίδα καὶ Κυβέλην. Οἱ δὲ Ἕλληνεσς τοὺς προπόλους αὐτῆς Κουρῆτας λέγουσιν ὁμωνύμως τοῖς τοῦ Διὸς, τοὺς δ᾿ αὐτοὺς καὶ Κορύβαντας.

    Ὅτι παρὰ τοῖς Θρᾳξὶν ἐνθουσιασμοί εἰσι, τά τε Κοτύττια καὶ τὰ Βενδίδεια· παρ᾿ οἷς καὶ τὰ Ὀρφικὰ τὴν καταρχήν ἔσχεν.

    Ὅτι Ὄλυμπος ὄρος ἐστὶ καὶ περὶ τὴν Τρωικὴν Ἴδην καὶ ὁ Μύσιος καὶ ὁ Μακεδονικὸς (καὶ) ὁ παρ᾿ Ὁμήρῳ ὑπερουράνιος.

    Ὅ Ταλθύβιος μετὰ τὰ Τρωικὰ ἀποικίαν ἔστειλεν εἰς Κρήτην.

    Ὅτι τριχάἴκες οἱ ἐν Κρήτῃ Δωριεῖς, ἤτοι οἱ πολεμικοὶ, ὡς τὸ κορυθάῖκι, ἢ οἱ τρίλοφοι ἐν ταῖς περικεφαλαίαις ἢ οἱ ὀρχησταί. Ἐτεόκρητες δὲ οἱ αὐτόχθονες.

    Ὅτι ὁ Κνωσσὸς πόλις τὸ πρὶν ἐκαλεῖτο Καίρατος ἀπὸ ποταμοῦ ἐγγὺς ὄντος.

    Ὅτι ἡ Δίκτη τὸ ὄρος ἀνατολικώτερόν ἐστι τῆς Ἴδης ἐν Κρήτῃ σταδίους α. Ἡ δὲ Ἴδη νῦν Χρυσόμαλλος καλεῖται.

    Ὅτι ἡ Κρήτη ἑκατόμπολις ἦν ἐν τοῖς τοῦ Ὁμήρου χρόνοις, μεταγενεστέροις οὖσι τῶν Τρωικῶν. Ἐπὶ δὲ τῶν Τρωικῶν ??΄ πόλεις εἶχεν ἡ Κρήτη· ἐν γὰρ τῷ Καταλόγῳ Ὅμηρος οὐκ εἰσάγει πρόσωπον ἀπαγγέλλον τὰς ρ΄ πόλεις, ἀλλ᾿ αὐτὸς λέγει εἶναι ἑκατόμπολιν.

    Ὅτι ἡ ἔνοπλος ὄρχησις Κουρήτων μέν ἐστιν εὕρεμα τῶν περὶ τὸν Δία δαιμόνων, καλεῖται δὲ πυρρίχη.