Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ἡ Εὔβοια μῆκος ἔχει σταδίων ασ΄, ἀπὸ Κηναίου ἄκρου τοῦ κατὰ Θερμοπύλας ἕως Γεραιστοῦ τοῦ κατὰ Σούνιον· τὸ δὲ πλάτος τὸ μέγιστον ρν΄ σταδίων. Καὶ ἐστιν ἀντίπορθμος τῆ τε Ἀττικῇ καὶ Βοιωτίᾳ καὶ τῆ Λοκρίδι καὶ τοῖς Μαλιεῦσι. Διὰ δὲ τὸ μῆκος Μάκρις ἐκαλεῖτο, ὕστερον δὲ Ἀβαντίς. Τὰ δὲ μεταξὺ Καφηρέως καὶ Γεραιστοῦ τὰ Κοῖλα Εὐβοίας καλεῖται.

Ὅτι ὁ Ὠρεὸς Ἱστίαια ἐκαλεῖτο καὶ οἱ Ὠρεῖται Ἱστιαιεῖς.

Ὅτι τὸ Δῖον καὶ ὁ Ὠρεὸς καὶ ἡ Κήρινθος καὶ τὸ Ἀρτεμίσιον καὶ ὁ Βούδορος ποταμὸς, πάντα ταῦτα τῆς Εὐβοίας παραθαλάσσιά εἰσι, πρὸς τὸν βορρᾶν τετρεμμίνα καὶ τὴν Σαῦρον νῆσον καὶ Λῆμνον.

Ὅτι Κάρυστος καὶ Στύρα καὶ Ἐέτρια πρὸς ωότον εἰσὶν, ἀντιπέραν Ἀττικῆς.

Ὅτι ἐν Καρύστῳ φύεται λίθος ἡ ξαινομένη καὶ ὑφαινομένη, ὥστε τὰ ὕφη χειρόμακτρα γίνεσθαι ῥυπωθέντα δὲ εἰς φλόγα βάλλεσθαι καὶ ἀποκαθαίρεσθαι λέγουσι, παραπλησίως τῆ τῶν λίνων πλύσει. Ὁ δὲ Γεραιστὸς ἀρσενικόν.

Ὅτι περὶ τὸ Λήλαντον πεδίον τῆς Εὐβοίας μέταλλα ἦν χαλκοῦ καὶ σιδήρου, ἅπερ νῦν ἐκλέλοιπεν, ὥσπερ καὶ Ἀθήνησι τἀργύρια.

Ὅτι ἡ Ἐρέτρια πόλις δύναμιν εἶχέ ποτε μεγάλην· ὥστε, ἡνίκα πομπὴν ἦγον, γ μὲν ὁπλῖται ὖσαν,

589
χ΄ δὲ ἱππεῖς, ξ΄ δʼ ἅρματν· ἐπῆρχε δὲ Ἄνδρου καὶ Τήνου καί τινων νήσων ἄλλων.

Ὅτι τῶν δοράτων τὰ μὲν συστάδην ἐστὶν, ὡς τὰ ξίφη καὶ τὰ ὀρεκτὰ τῶν Ὁμηρικῶν Ἀβάντων, τὰ δὲ ἀκοντίζεται δίκην δϊστοῦ καὶ παλτοῦ, ὁποία ἦν ἡ τοῦ Ἀχιλλέως μελία, τὰ δʼ ἐπαμφοτερίζει, οἶον ὁ κοντὸς καὶ ἡ σάρισσα καὶ ὁ ὑσσός.

Ὅτι τῆς Εὐβοίας δύο τινές εἰσι ποταμοὶ, Κηρεὺς καὶ Νηλεὺς, καὶ τὰ ἐξ αὐτῶν πίνοντα πρόβατα γίνονται ἐκ μὲν θατέρου λευκὰ, ἐκ δὲ θατέρου μέλανα.

Ὅτι πρὸς ἀνατολὰς τοῦ Ἀμπρακικοῦ κόλπου Ἀκαρνᾶνες οἰκοῦσι καὶ ἐφεξῆς ὁ Ἀχελῷός ἐστι ποταμὸς, εἶτα Αἰτωλοὶ ἀνατολικώτεροι, καὶ μετʼ αὐτοὺς Ὀζόλαι Λοκροὶ καὶ ὁ Παρνασσὸς τὸ ὄρος, εἶτα Ἑλικὼν τὸ ὄρος, εἶτα Κιθαιρὼν κατὰ τὸν Κορίνθιον ἰσθμὸν, εἶτα Ὑμηττὸς, πρὸς τὰς ἀνατολὰς ἐφεξῆς κείμενα τὰ ὄρη. Καὶ ὑπέρκεινται ἐν τῇ μεσογαίᾳ πρὸς βορρᾶν τῶν μὲν Ἀκαρνάνων Ἀμφίλοχοι, εἶτα Δόλοπες καὶ ἡ Πίνδος τὸ ὄρος, ἀφʼ οὗ ὁ Ἀχελῷος ῥεῖ πρὸς τὰς Ἐχινάδας· τῶν δʼ Αἰτωλῶν Περραιβοὶ πρὸς βορρᾶν εἰσι καὶ Ἀθαμᾶνες καὶ Αἰνιάνων τι μέρος τῶν τὴν Οἴτην ἐχόντων. Τὸ δὲ νότιον πλευρὸν Ἀκαρνάνων τε καὶ Αἰτωλῶν ἡ θάλασσά ἐστιν ἡ κατὰ τὸν Κρισαῖον κόλπον. Ἄρχεται δʼ ὁ κόλπος οὗτος ἀπὸ τοῦ στόματος τοῦ Ἀχελῴου ποταμοῦ.

Ὅτι Κόραξ ὄρος Αἰτωλικὸν συνάπτει τῇ Οἴτῃ ὄρει.

α. Ὅτι τὸ Ἄκτιον δυσμικώτατόν ἐστιν ἄκρον τοῦ Ἀμπρακικοῦ κόλπου.

Ὅτι ἡ νῦν Λευκὰς πόλις χερρόνησος ἦν πρὶν, ὑπὸ δὲ Κορινθίων ἐτμήθη· καλεῖ δʼ αὐτὴν Ὅμηρος « ἀκτὴν ἠπείροιο, » τῆς Ἀκαρνανίας δηλονότι, ἧς μέρος τὸ Νήριτον, ὅπερ Λαέρτης ἑλεῖν λέγει· Ἀλλὰ καὶ τὰ Κροκύλεια καὶ ἡ Αἰγίλιψ πόλις ἐν Καταλόγῳ τῆς Λευκάδος εἰσὶ πλησίον· ὡς τὴν νῆσον ὅλην ἔχειν πόλεις τρεῖς, Λευκάδα μὲν ἐν τῷ χειροποιήτῳ πορθμῷ, τὴν πρὶν Νήριτον, καὶ Κροκύλεια καὶ Αἰγίλιπα.

Ὅτι τὴν νῦν Κεφαλληνίαν Ὅμηρος καὶ Σάμον καλεῖ, οἷον· « οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο » καὶ Σάμην, οἷον· « Δουλίχιόν τε Σάμη τε· » ἀλλὰ καὶ τὴν Ἀκαρνανίαν μέρος λέγει τῆς Κεφαλληνίας καὶ τῆς ἠπείρου, οἷον· « οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραι᾿ ἐνέμοντο· » καὶ πάλιν· « δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι. » Ὁμωνύμως δὲ τῇ ὅλῃ νήσῳ καὶ ἡ ἐν αὐτῇ πόλις Σάμος καὶ Σάμη καλεῖται.

Ὅτι ἡ τοῦ Μέντου πόλις, Τάφος πρὶν καλουμένη, νῦν Ταφιοῦς καλεῖται.

Ὅτι Σαμαῖοι μὲν οἱ Κεφαλλῆνες ἀπὸ Σάμης ἢ Σάμου, οἱ δὲ Ἴωνες ἀπὸ Σάμου τῆς Ἰωνικῆς Σάμιοι.

590

Ὅτι Ἐπειοὶ κατῴκουν τὰς ὑπὸ τῷ Μέγητι Ἐχινάδας, ἐξ Ἤλικδος ἐλθόντες μετὰ Φυλέως· διόπερ καὶ τὸν Κυλλήνιον Ὦτον, μεγαθόμων ἀρχὸν Ἐπειῶν, Φυλείδεω ἕταρον καλεῖ ὁ ποιητής.

Ὅτι ἡ Ἰωνικὴ Σάμοι πρὶν ἐκαλεῖτο Μελάμφυλλος, εἶτα Ἀνθεμὶς, εἶτα Παρθενία ἀπὸ ποταμοῦ ἐν αὐτῇ Παρθενίου, ὃς Ἴμβρασος μετωνομάσθη, εἶτα Σάμος ἀπὸ τοῦ ὕψους τῶν ὀρέων· οἱ γὰρ παλαιοὶ τὰ ὑψηλὰ ὄρη σάμους ἐκάλουν.

Ὅτι ἀπὸ Ζσκύνθου νήσου εἰς Ἑσπερίδας τῆς Λιβύης στάδιοι

Ὅτι τὰς νῦν Ὀξείας νήσους τῶν Ἐχινάδων Ὅμηρος Θοὰς καλεῖ. Ἡ μὲν οὖν Δουλιχία κεῖται κατὰ τὰς τοῦ Ἀλφειοῦ ἐκβολὰς καὶ Οἰνιάδας.