Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ἡ ποιητική πηγή καὶ ἀρχή φράσεως κατεσκευασμένης καὶ ῥητορικῆς ὑπάρχει μετὰ τοῦ σεανοῦ καὶ ὀγκώδους. Ἀμέλει καὶ πεζὸν λόγον φαμὲν τὸν ἄνευ μέτρου ἐκ τοῦ ὕψους ταπεινωθέντα.

Ὅτι τοὺς μύθους αἵ τε παλαιαὶ πόλεις καὶ οἱ νόμοι ἐδέξαντο, ὡς μορμολύκας τινὰς πρὸς τοὺς νηπιόφρονας, οἶον Κωκυτοὺς, Ἀχέροντας, Πυριφλεγέθοντας, Στύγας καὶ ἀπλῶς πᾶσαν θεολογίαν παλαιάν.

Ὅτι τὸ « ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα » οὐ πάντα δηλονότι, ἀλλὰ πολλὰ καὶ μυθώδη· οὐ γὰρ ἂν ἦν ἐτύμοισιν ὁμοῖα. Τοιοῦτοι δʼ οἱ μῦθοι περὶ τὴν ἀλήθειαν εἱλούμενοι· « ὡς ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνήρ, » οὕτως καὶ οἱ μῦθοι.

Ὅτι Αἰαίην τὴν Κίρκην Ὅμηρος ὀνομάζει ἀπὸ τῆς Αἴας πόλεως, καὶ τὰς Συμπληγάδας τὰς ἐν Βυζαντίῳ Πλαγκτὰς, καὶ τὸν Πόντον τὸν Εὔξεινον κατʼ ἐξοχήν τῶν ἄλλων τότε ὑπονοούμενον μέγιστον εἶναι, πρὸς ὠκεανὸν μυθολογεῖ, καὶ τοὺς Κιμμερίους ἀπὸ τοῦ κλίματος τοῦ νεφελώδους, ὡς ἐσκοτισμένους ὅλους, καὶ τὸν Σικελικὸν πορθμὸν ὑπὸ λῃστῶν κατεχόμενον εἰς Σκύλλαν, καὶ τὰ ὅμοια.

Ὅτι περὶ Σικελίας τὴν θάλασσαν ἰχθύων τι γένος ἐστὶν, οὓς καλοῦσι γαλεώτας τε καὶ ξιφίας καὶ κύνας, ἐξ ὧν λαβὼν Ὅμηρος ἔλεγε· δελφῖνάς τε κύνας τε καὶ εἶποθεν ἄλλο λάβησιν κῆτος ς.

Ὅτι τὸ « τρὶς μέν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ » δεῖ νοεῖν, ὅτι δὶς τοῦτο γίνεται καὶ οὐ τρίς· διὸ δεῖ ἢ μεταβολὰς αἰτιᾶσθαι ἢ ἔγνοιαν ἢ ποιητικήν ἐξουσίαν.

Ὅτι ἡ ποιητικὴ σύγκειται ἐξ ἱστορίας καὶ διαθέσεως καὶ μύθου. Τῆς μὲν οὖν ἱστορίας τέλος ἀλήθειά ἐστιν, ὡς ἐν νεῶν καταλόγῳ οἶον πολυτρήρωνα καὶ πετρήεσσαν· τῆς οἱ διαθέσεως ἐνέργεια τὸ τέλος, ὡς ὅταν μαχομένους εἰσάγῃ· μύθου δὲ ἡδονὴ καὶ ἔκπληξις. τὸ τἐλος.

Ὅτι μυθεύει μὲν ὁ τὰς Γοργόνας εἰσάγων,

532
προσμυθεύει δὲ ὁ τὴν τοῦ Ὀδυσσέως πλάνην ἐκτραγωδῶν.

Ὅτι τὸ « Βορέης καὶ ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον, » καλῶς εἴρηται· ὁ γὰρ Μέλας κόλπος τῆς Θράκης, ἐπιστρέφων πρὸς νότον, τοῖς ἱν Λήμνῳ καὶ αμοθράκη τὸν ζέφνρον ἐκ Θρᾴκης πνέοντα παρέχει.

Ὅτι ὁ ἀπὸ θερινῆς ἀνατολῆς καικίας, ὁ δὲ κατὰ διάμετρον λὶψ, ὁ δʼ ἀπὸ χειμερινῆς ἀνατολῆς εὖρος, ὁ δὲ κατὰ διάμετρον ἀργέστης, οἱ δʼ ἀπὸ τοῦ ἰσημερινοῦ ἀπηλιώτης καὶ ζέφυρος. Καὶ ταῦτα μὲν Ἀριστοτέλης. Ὁ δὲ Ὅμηρος δυσαῆ μὲν ζέφυρον λέγει τὸν ἀργέστην, λίγα δὲ πνέοντα ζέφυρον τὸν ὑφʼ ἡμῶν ζέφυρον, ἀργέστην δὲ νότον τὸν λευκόνοτον· οὗτος γὰρ ὀλίγα τὰ νέφη ποιεῖ, τοῦ λοιποῦ νότου ὅλου εὕρου --- πως ὄντος·

  • ὡς ὁπότε ζέφυρος νέφεα στυφελίξῃ
  • ἀργεστᾶο νότοιο, βαθείῃ λαίλαπι τύπτων·
  • τὸν γὰρ δυσαῆ ζέφυρον νῦν λέγει, ὃς εἴωθε διασκιδνάναι τὰ ὑπὸ λευκονότου συναγόμενα, ἀσθενῆ ὄντα, ἐπιθέτως τοῦ νότου νῦν ἀργέστου λεγομένου.

    Ὅτι τὴν Φάρον νῆσον Ὅμηρος πελαγίαν λέγει, οὐχ οὕτως οὖσαν νῦν. Ἀλλὰ τοῦτο θαυμασίως εἶρηκεν· αἰνίττεται γὰρ ὅτι ἡ Αἴγυπτος δῶρόν ἐστι τοῦ Νείλου, ὡς καὶ Ἡρόδοτος ἔλεγε· καὶ ὅτι πρὸ μυρίων ἐτῶν πελαγία οὖςα νῦν διὰ τὴν πρόσχωσιν πλησιάζει Αἰγύπτῳ.

    Ὅτι τὸ « Aἰθίοπας, τοὶ διχθὰ δεδοίαται ἔσχατοι ἀνδρῶν, Οἱ μὲν δυσομένου Υπερίονος, οἱ δʼ ἀνιόντος, » Κράτης μὲν ἐξηγεῖται, ὅτι ἡ μεγάλη τῆς Ἴνδικῆς θάλασσα, μεσεμβολοῦσα τοὺς Αἰθίοπας ἐξ ἀνατολῶν ἰπὶ δυσμὰς, ποιεῖ αὐτοὺς δύχα δεδαῖσθαι· δ δὲ Ἀρίσταρχος συνεχῆ τὴν Αἰθιοπίαν λέγει εἶναι ἐξ ἀνατολῶν ἕως δυσμῶν· διὸ τοὺς μέν αὐτῶν γνωρίζεσθαι, τοὺς ἄκρους, τοὺς μέσους δὲ ἀγνοεῖσθαι, εἶτε περιρρθτου οὔσης τῆς πάσης Λιβύης εἶτε ἰσθμοῦ τινὸς μεταξὺ τῆς τε Ἀτλαντικῆς θαλάσσης καὶ τῆς Ἐρυθρᾶς κειμένου, καὶ ἡμῖν ἀγνοουμένων τῶν ἐκείνα Αἰθιόπων κατοικοάντων· καὶ διὰ τοῦτο δύο Αἰθιοπίαι λέγονται.

    Ὁτ, Ὅμηρος τὰ νότια μέρη τοῦ κόσμου ἑῷα καλεῖ καὶ ἡλιακὰ, τὰ δὲ βόρεια ἑσπέρια καὶ νυκτερινὰ, οἶον· « αὐτὴ δὲ χθαμαλὺ πανυπερτάτη εἰν ἁλὶ κεῖται Πρὸς ζόφον· αἱ δέ τʼ ἄνευθε, πρὸς ἠῶ τʼ ἠέλιόν τε· » ἡ γὰρ Ἰθάκη βορειοτέρα ἐστὶ τῶν νήσων ἐκείνων·

    533
    καὶ πάλιν· « εἴτ’ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα· » καὶ αὖθις.« Ὤ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπῃ ζόφος, οὐδʼ ὅπῃ ἠὼς, Οὐδʼ ὅπῃ ἡέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, Οὐδʼ ὅπη ἀννεῖται.

    Ὅτι ἄμεινον τὴν Ἀσίαν χωρίζειν τῆς Λιβύης τῷ Ἀραβίῳ κόλπῳ, ἀπὸ τῆς μεγάλης θαλάσσης δίκην μεσημβρινοῦ διήκοντι ἕως τοῦ κατὰ Πηλούσιον ἰσθμοῦ, μῆκος στάδια μύρια καὶ πεντακισχίλια, πλάτος δὲ, ὅπου μέγιστον, οὐ πλείω τῶν χιλίων σταδίων ἔχοντι. Ὁ δʼ αὐτὸς οὗτος ὅρος καὶ τῶν δύο Αἰθιοπιῶν ἂν εἴη· ὁ δὲ Νεῖλος οὐκ ἄξιος ἂν εἴη μεθόριον λέγεσθαι· πολλὴ γὰρ ἡ νοτιωτέρα τούτου Ἀσία ἀδιαίρετος λείπεται, ἡ Αιβύη ἡ αὐτὴ ἀμφιδοξουμένη.

    Ὅτι παροιμίαι εἰσὶ τῶν ὑπερβολῶν ὑπερβολὰς ἐμφαινουσαι αὗται· φελλοῦ σκιᾶς κουφότερον· Φρυγὸς λαγὼ δειλότερον· ὁ ἀγρὸς γῆν ἔχει Λακωνικῆς ἐπιστολῆς ἐλάττονα.

    Ὅτι ὁ Πόντος τὸ παλαιὸν λίμνη ἦν, ἀλλὰ τῷ πλήθει τῶν τοσούτων ποταμίων ὑδάτων τῶν εἰς αὐτὰν ἐμβαλλόντων, τάχα δὲ καὶ σεισμῶν ἐξαισίων γενομένων, διερράγη ἡ κατὰ τὸ Βυζάντιον γῆ, καὶ οὅτως τὸ ὕδωρ ἐκχυθὲν εἰς τὸ Αἰγαῖον καὶ Μυρτῷον συνεχεῖς τὰς δύο θαλάσσας εἰργάσατο. Ἐλπὶς δὲ καὶ τὸν Πόντον ποτὲ χερσωθῆναι· καὶ γὰρ τὰ περὶ τὸν Σαλμυδησσὸν καὶ τὰ καλούμενα Στήθη καὶ ἡ περὶ τὸν Ἴστρον Σκυθική ἐρημία ἤδη τεναγίζει. Ἀλλὰ καὶ τὸ Ἄμμωνος ἐν Λιβύῃ ἱερὸν παραθαλάσσιόν ποτε ἦν· σημεῖον δὲ, ὅτι περὶ τοὺς τρισχιλίους σταδίους ἄπέχοντος ἀπὸ τῆς νῦν θαλάσσης, πᾶσα ἡ ὁδὸς ψαμμώδης τέ ἐστι καὶ μεστή κόγχων καὶ χηραμύδων καὶ καρκίνων καὶ ὀστρέων (ὀστῶν). Ἀλλὰ καὶ ἡ Αἴγυπτός ποτε πέλαγος ἦν· καὶ ἡ Σικελία συνεχὴς τῇ Ἰταλίᾳ. Τὸ δὲ περὶ τὴν Ἀμμωνιακὴν πάθος γέγονε, ῤαγέντος τοῦ κατὰ τὰς Στήλας πορθμοῦ· καὶ διὰ τὸ ταπεινότερον εἶναι τὸ ἔξω Στηλῶν ἔδαφος ἐκχυθῆναι μὲν τὸ κατὰ τὴν Λιβύην ὕδωρ καὶ τέναγος γενέσθαι ἐπὶ πολὺ τὸν κατὰ Πηλούσιον ἰσθμὸν, λιμνάσαι δὲ τὸ Ἀτλαντικὸν, συνεχές γενόμενον τῆ ἔσω θαλάσσῃ.

    Ὅτι ἡ τῆς τῶν κυμάτων τῆς θαλάσσης κινήσεως συνέχεια φυσική ἐστιν αὐτῆς τῆς θαλέσσης, οἶον σφυγμικὴ ἀναπνοὴ, καθʼ ἣν οἵ τε εὔριποι παλινδρομοῦσι, καὶ τὰ ναυάγια καὶ περιττώματα ἐκκυμαίνεται. « ἀποπτύει δʼ ἁλὸς ἄχνην· » ἀλλὰ καὶ ἐν τοῖς ἀπογαίοις πνεύμασιν οὐδὲν ἦττον τὸ κυμάτιον, ἐκ τοῦ πελάγους προαιρετικὴν, ὡς ἂν εἴποι τις, κινούμενον κίνησιν, « πολλὸν παρέξ ἅλα φῦκος ἔχευεν.

    Ὅτι οὐ μᾶλλον ἡ Σικελία ἀπερράγη τῆς Ἰταλίας, ἢ ὑπὸ τοῦ πυρὸς τοῦ Αἰτναίου ἀνεδόθη, καὶ αἱ περὶ τὴν Λιπτάραν νῆσοι καὶ αἱ Πιθηκοῦσσαι· ὥστε

    534
    ἐλπὶς καὶ ἠπείρους οὖας ὰνδόδοσθαι κάτωθεν καὶ ἄλλας συνιζάνειν κάτω ἀφανιζομένας· ὅπερ καί ἡ Ἀτλαντὶς παρὰ Πλάτωνι νῆσος παθεῖν ἱστόρηται καὶ Βοῦρα περὶ τὴν Ἑλλάδα.

    Ὅτι τοῦ τοὺς εὐρίπους εἶναι ῥοώδεις οὐκ ἔστι μία αἰτία· ὁ μὲν γὰρ Σικελικὸς δὶς. ὁ δέ Ναλκιδικὸς ἑπτάκις, ὁ δέ κατὰ Βυζάντιον οὐδʼ ὅλως παλινοστεῖ, ἀλλʼ ἀεὶ ἀπὸ τοῦ Πόντου ῥεῖ εἰς δυσμάς.

    Ὅτι ἡ ἐν τῷ μυχῷ τοῦ Ἰονίου Ἰστρία ἀπὸ τοῦ Ἴστρου ποταμοῦ ὠνομάσθαι λέγεται, ἐκ τοῦ μεγάλου Ἴστρου ἀποσχιζομένου, ὥς τινές φασιν· ἀλλὰ καὶ τὸν Ἰάσονα οἱ μῦθοι ἐκ τοῦ Πόντου διὰ τούτου τοῦ ποταμοῦ ἐξάγουσιν εἰς τὴν Ἑλληνικήν θάλασσαν.