Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι Ὅμηρος πρῶτος ἐτόλμησε γεωγραφῆσαι.

Ὅτι γὰρ ἡ γῆ ὑπὸ τοῦ ὠκεανοῦ περικλύζεται νήσθυ δίκην, αὐτὸς λέγει, νῦν μέν· « εἶμι γὰρ ὀψομένκ πολυφόρβου πείρατα γαίης Ὠκεανόν τε· » νῦν δὲ περὶ τοῦ ἀνατολικοῦ τῆς γῆς· « ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρσύρας, ἐξ ἀκαλαρρείταο βαθυρρόου ὠκεανοῖο· » περὶ δὲ τοῦ δυτικοῦ· « ἐν δ᾿ ἔπεσ᾿ ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο· » περὶ δὲ τοῦ νοτίου· « Ζεὺς γὰρ ἐς ὠκεανὸν μετ᾿ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη· » περὶ δὲ τοῦ βορείου· « οἶη δ᾿ ἄμορός ἐστι λοετρῶν ὠκεανοῖο· » ὠκεανὸν δὲ λέγει τὸν ὁρίζοντα.

Ὅτι ἀψόρροον Ὅμηρος τὸν ὠκεανὸν λέγει διὰ τὰς ἀμπώτεις καὶ πλημμυρίδας. Τοιοῦτον δὲ καὶ τὸ τρὶς μὲν γάρ τ᾿ ἀνίησιν ἐπ᾿ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ· » καὶ γὰρ, εἰ μὴ τρὶς, ἀλλὰ δὶς, ἴσως ἢ ἡ γραφὴ ἦμάρτηται ἢ ἡ ποιητικὴ ὑψηγορία ἢ ἡ ἱστορία παρέπεσε. Τοιοῦτον δὲ καὶ τὸ « ἐξ ἀκαλαρρείταο· » ἡ γὰρ ἄμπωτις πραεῖα καὶ οὐκ ἀθρόα.

Ὅτι καὶ τὸ σκοπέλους λέγειν τὸν Ὅμηρον τοτὲ μὲν καλυπτομένους, τοτὲ δὲ γυμνουμένσυς τὰς ἀμπώτεις καὶ πλημμσρίδας αἰνίττεται.

Ὅτι τὰ πάθη τοῦ ὠκεανοῦ τὰ περὶ τὰς ἀμπώτεις καὶ τὰς πλημμυρίδας ὁμολογεῖ συνεχῆ καὶ μίαν εἶναι τὴν θάλκσσαν. Πανταχοῦ γὰρ ἡ αὐτὴ αὔξησις καὶ μείωσις τοῦ ὕδατος ἢ οὐ πολὺ παραλλάττει, ὡς ἂν ἀπὸ μιᾶς αἰτίας γινομένη.

Ὅτι Ὅμηρος πᾶσαν τὴν καθʼ ἡμᾶς παραλίαν γεωγραφφῖ, λέγων Λιβύην, Θήβας, Αἴγυπτον, Φοινίκην, Κύπρον, Σιδόνα, Σολύμους, Κᾶρας καὶ τὰς περὶ αὐτὰς νήσους· ἔτι δὲ Φρυγίαν καὶ Ἑλλήσποντον καὶ Τρῶας καὶ Παφλαγόνας καὶ Αἰήτην κοὶ Ἰάσονα καὶ Κιμμερίους καὶ τοὺς τοῖς Θραξὶ πληστιοχώρους Μυσοὺς περὶ τὸν Ἴστρον οἰκοῦντας· εἶτα Κίκονας καὶ Λάρισσαν καὶ τὴν ἑξῆς Ἑλλάδα μέχρι τῆς Θεσπρωτίας εἶτα τὰ τῆς Ἰταλίας ἄκρα, Τεμέσην καὶ Σικελοὺς καὶ Ἠλύσιον πεδίον. Εἰ δέ τινα μεταξὺ παραλείπει, οὐ θαῦμα, τοιαύτη γὰρ ἡ γεωγραφία.

Ὅπ Ἀναξίμανδρος, ὁ Θαλοῦ μαθητὴς καὶ πολιτης,

530
πρωτὸς γειωγρκφικὸν πίνκκα ἐξέδωκεν· Ἑκατκῖος δὲ σύγγραμμκ.

Ὅτι ἀδύνατον ἄνευ τῆς τῶν οὐρανίων θεωρίας γεωγραφῆσαι· καὶ γὰρ δεῖ πρὸς μέν τὰ μήκη τῶν πόλεων τῶν ἐκλειπτικῶν ἡλίου καὶ σελήνης παρατηρήσεων, πρὸς δὲ τὰ πλάτη τῆς τῶν κλιμάτων διαφορᾶς.

Ὅτι ἡ γεωγραφία συνῆπται ἔκ τε γεωμετρίας καὶ μετεωρολογίας.

Ὅτι, εἰ καὶ τὰ οὐράνια τῷ τόπῳ ἀφέστηκε τῶν ἐπιγείων τοσοῦτον, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης, ἀλλὰ τῆ θεωρίᾳ ἥνωται.

Ὅτι τοὺς παρʼ Ὁμίρῳ Ἐρεμβοὺς τοὺς Τρωγλοδύτας δεῖ Ἄραβας ἐξακούειν, παρὰ τὸ ἐν τῇ ἔρᾳ, τῇ γῆ, ἐμβαίνειν.

Ὅτι ἡ γεωγραφίκ, οὐ μόνον διὰ φιλοσοφίαν μεγάλα συντελεῖ, ἀλλὰ καὶ διὰ πολιτικὰς καὶ στρατηγικὰς φρονήσεις τε καὶ πράξεις.

Ὅτι τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα καὶ νοῦν γνῶναι καὶ τὸ ἐπὶ τοῦ Ἡρακλέους « μεγάλων ἐπιίστορα ἔργων εἰρημένον τὴν ἐκ τῆς γεωγραφικῆς ἱστορίας διαγινομένην φρόνησιν ἐμφανίζει.

Ὅτι ἡ μὲν γεωγραφία, τῆς ὅλης οὖσα οἰκουμένης ἶστορία, περὶ τὸ ποσὸν μᾶλλον καταγίνεται, ὡς μαθηματικωτέρα· ἡ δὲ χωρογραφία τόπου τινὸς οὖσα, οἶον ὡς Ὅμηρος λέγει· « εἵ θ’ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν, » καὶ πολύκνημον Ἐτεωνὸν καὶ πολυτρήρωνα Θίσβην καὶ πολυστάφυλον Ἄρνην, περὶ τὸ ποιὸν τῆς χώρας· οἶον εἰ βαθύγειος, εἰ ὀρεινὴ, εἰ πεδιὰς, εἰ ἄξυλος, εἰ μέταλλα ἔχουσα.

Ὅτι ἄλλος μὲν ὁ τῆς Ἰνδικῆς χωρογράφος, ἀγνοῶν τὴν Ἐλλάδα τυχὸν, καὶ ἄλλος ὁ τῆς Αἰγύπτου, ἀγνοῶν τὰ τῆς Περσίδος καὶ Βακτριανῆς.

Ὅτι δεῖ γεωμετρικῆς καὶ ἀστρονομίας τῷ γεωγραφήσοντι, καὶ ὑποθέσεις λαβεῖν ἐξ αὐτῶν, οἶον ὅτι σφαιρικὸς ὁ κόσμος καὶ ἡ τῆς γῆς ἐπιφάνεια, καὶ ἔτι περὶ τῆς ἐπὶ τὸ μέσον φορᾶς τῶν σωμάτων καὶ ὅσα τοιαῦτα.

Ὅτι δεῖ τὸν στρατηγὸν μήτε τοσοῦτον ἄμοιρον εἶναι γεωγραφίας, ὥστε λέγειν ἔν τισι τόποις· « ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπη ζόφος, οὐδʼ ὅπῃ ἠώς, » καὶ τὰ τοιαῦτα· οὔτε πάλιν περὶ ἐξάρματος τοῦ πόλου καὶ συνανατολῶν καὶ συμμμεσουρανήσεων καὶ συγκαταδύσεων τῶν ἀστέρων πολυπραγμονεῖν καὶ τῶν ὁμοίων.

Ὅτι καὶ τῆς σφαιρικῆς θεωρίας δεῖ ἦφοαι τὸν γεωγραφήσοντα, οἷον κύκλων ἐν σφαίρᾳ παραλλήλων καὶ ὀρθῶν καὶ τῶν τοιούτων.

Ὅτι, ὥσπερ ἐπὶ κολοσσοῦ τὴν ὁλοσχέρειαν τῆς κατασκευῆς σκοποῦντες τῶν μικρῶν καταφρονοῦμεν,

531
οὕτως καὶ ἐπὶ γεωγραφίας τὴν μέν θέσιν τῆς χώρας καὶ τὴν πρὸς τὰ οὐράνια σχέσιν πολυπραγμονοῦμεν, εἰ δὲ πολύκνημος ἢ ἀμιχθαλόεσσα ἤ τι τοιοῦτον, ἐῶμεν.

Ὅτι Ἐρατοσθένης οὔτε τῶν ἀπαιδεύτων ἦν οὕτε τῶν γνησίως φιλοσοφούντων· διὸ καὶ Βῆτα ἐκαλεῖτο, ὡς τὰ δευτερεῖα φέρειν δοκῶν ἐπὶ πάση παιδεία· ὃς καὶ τήν ποιητικήν οὐ φιλοσοφίαν πρώτην ἠξίου καλεῖν, ἀλλὰ μόνον ψυχαγωγίαν τινὰ, κακῶς λέγων.