Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

μετὰ δὲ Μαλέας ὁ Ἀργολικὸς ἐκδέχεται κόλπος καὶ ὁ Ἑρμιονικός, ὁ μὲν μέχρι τοῦ Σκυλλαίου πλέοντι ὡς πρὸς ἕω βλέπων καὶ πρὸς τὰς Κυκλάδας, ὁ δὲ ἑωθινώτερος τούτου μέχρι πρὸς Αἴγιναν καὶ τὴν Ἐπιδαυρίαν. τὰ μὲν δὴ πρῶτα τοῦ Ἀργολικοῦ Λάκωνες ἔχουσι, τὰ δὲ λοιπὰ Ἀργεῖοι· ἐν οἷς ἐστι τῶν μὲν Λακώνων τὸ Δήλιον ἱερὸν Ἀπόλλωνος ὁμώνυμον τῷ Βοιωτιακῷ, καὶ Μινώα φρούριον ὁμώνυμος καὶ αὕτη τῇ Μεγαρικῇ, καὶ ἡ λιμηρὰ Ἐπίδαυρος, ὡς Ἀρτεμίδωρός φησιν. Ἀπολλόδωρος δὲ Κυθήρων πλησίον ἱστορεῖ ταύτην, εὐλίμενον δὲ οὖσαν βραχέως καὶ ἐπιτετμημένως λιμηρὰν εἰρῆσθαι ὡς ἂν λιμενηράν, μεταβεβληκέναι δὲ τοὔνομα. ἔστι δὲ τραχὺς ὁ παράπλους εὐθὺς ἀπὸ Μαλεῶν ἀρξάμενος μέχρι πολλοῦ ὁ Λακωνικός,

p.523
ἔχει δʼ ὅμως ὑφόρμους καὶ λιμένας. ἡ λοιπὴ δʼ ἐστὶ παραλία εὐλίμενος, νησίδιά τε πολλὰ πρόκειται αὐτῆς οὐκ ἄξια μνήμης.

τῶν δʼ Ἀργείων αἵ τε Πρασιαὶ καὶ τὸ Τημένιον, ἐν ᾧ τέθαπται Τήμενος, καὶ ἔτι πρότερον τὸ χωρίον, διʼ οὗ ῥεῖ ποταμὸς ἡ Λέρνη καλουμένη ὁμώνυμος τῇ λίμνῃ, ἐν ᾗ μεμύθευται τὰ περὶ τὴν Ὕδραν. τὸ δὲ Τημένιον ἀπέχει τοῦ Ἄργους ἓξ καὶ εἴκοσι σταδίους ὑπὲρ τῆς θαλάττης, ἀπὸ δὲ τοῦ Ἄργους εἰς τὸ Ἡραῖον τετταράκοντα, ἔνθεν δὲ εἰς Μυκήνας δέκα. μετὰ δὲ τὸ Τημένιον ἡ Ναυπλία, τὸ τῶν Ἀργείων ναύσταθμον· τὸ δʼ ἔτυμον ἀπὸ τοῦ ταῖς ναυσὶ προσπλεῖσθαι. ἀπὸ τούτου δὲ πεπλάσθαι φασὶ τὸν Ναύπλιον καὶ τοὺς παῖδας αὐτοῦ παρὰ τοῖς νεωτέροις· οὐ γὰρ Ὅμηρον ἀμνημονῆσαι ἂν τούτων, τοῦ μὲν Παλαμήδους τοσαύτην σοφίαν καὶ σύνεσιν ἐπιδεδειγμένου, δολοφονηθέντος δὲ ἀδίκως, τοῦ δὲ Ναυπλίου τοσοῦτον ἀπεργασαμένου φθόρον ἀνθρώπων περὶ τὸν Καφηρέα. ἡ δὲ γενεαλογία πρὸς τῷ μυθώδει καὶ τοῖς χρόνοις διημάρτηται· δεδόσθω γὰρ Ποσειδῶνος εἶναι, Ἀμυμώνης δὲ πῶς τὸν κατὰ τὰ Τρωικὰ ἔτι ζῶντα; ἐφεξῆς δὲ τῇ Ναυπλίᾳ τὰ σπήλαια καὶ οἱ ἐν αὐτοῖς οἰκοδομητοὶ λαβύρινθοι, Κυκλώπεια δʼ ὀνομάζουσιν.

εἶτʼ ἄλλα χωρία καὶ ἐφεξῆς ὁ Ἑρμιονικὸς κόλπος· καὶ γὰρ τοῦτον Ὁμήρου τάξαντος ὑπὸ τῇ Ἀργείᾳ καὶ ἡμῖν οὐ παροπτέος ἐνέφηνεν ὁ μερισμὸς τῆς περιοδείας οὗτος. ἄρχεται δʼ ἀπὸ Ἀσίνης πολίχνης· εἶθʼ Ἑρμιόνη καὶ Τροιζήν· ἐν παράπλῳ δὲ πρόκειται καὶ Καλαυρία νῆσος, κύκλον ἔχουσα τριάκοντα σταδίων, πορθμῷ δὲ τετρασταδίῳ διεστῶσα τῆς ἠπείρου.

εἶθʼ ὁ Σαρωνικὸς κόλπος· οἱ δὲ πόντον

p.524
λέγουσιν, οἱ δὲ πόρον, καθʼ ὃ καὶ πέλαγος λέγεται Σαρωνικὸν[*](post Σαρωνικὸν· καλεὶται δὲ) πᾶς ὁ συνάπτων πόρος ἀπὸ τῆς Ἑρμιονικῆς καὶ τῆς περὶ τὸν Ἰσθμὸν θαλάττης τῷ τε Μυρτῴῳ πελάγει καὶ τῷ Κρητικῷ. τοῦ δὲ Σαρωνικοῦ Ἐπίδαυρός τέ ἐστι καὶ ἡ προκειμένη νῆσος Αἴγινα· εἶτα Κεγχρεαὶ τὸ τῶν Κορινθίων ἐπὶ τὰ πρὸς ἕω μέρη ναύσταθμον· εἶτα λιμὴν Σχοινοῦς πλεύσαντι τετταράκοντα καὶ πέντε σταδίους· ἀπὸ δὲ Μαλεῶν τοὺς πάντας περὶ χιλίους καὶ ὀκτακοσίους. κατὰ δὲ τὸν Σχοινοῦντα ὁ δίολκος τὸ στενώτατον τοῦ Ἰσθμοῦ, περὶ ὃν τὸ τοῦ Ἰσθμίου Ποσειδῶνος ἱερόν· ἀλλὰ ταῦτα μὲν ὑπερκείσθω· ἔξω γάρ ἐστι τῆς Ἀργείας. ἀναλαβόντες δʼ ἐφοδεύσωμεν πάλιν τὰ κατὰ τὴν Ἀργείαν.

καὶ πρῶτον ποσαχῶς λέγεται παρὰ τῷ ποιητῇ τὸ Ἄργος καὶ καθʼ αὑτὸ καὶ μετὰ τοῦ ἐπιθέτου, Ἀχαιικὸν Ἄργος καλοῦντος ἢ Ἴασον ἢ ἵππιον ἢ Πελασγικὸν ἢ ἱππόβοτον. καὶ γὰρ ἡ πόλις Ἄργος λέγεται

  1. Ἄργος τε Σπάρτη τε.
[*](Hom. Il. 4.52)
  1. οἱ δʼ Ἄργος τʼ εἶχον Τίρυνθά τε.
[*](Hom. Il. 2.559)καὶ ἡ Πελοπόννησος
  1. ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ.
[*](Hom. Il. 1.30)οὐ γὰρ ἡ πόλις γε ἦν οἶκος αὐτοῦ. καὶ ὅλη ἡ Ἑλλάς· Ἀργείους γοῦν καλεῖ πάντας καθάπερ καὶ Δαναοὺς καὶ Ἀχαιούς. τὴν δʼ οὖν ὁμωνυμίαν τοῖς ἐπιθέτοις διαστέλλεται, τὴν μὲν Θετταλίαν Πελασγικὸν Ἄργος καλῶν
  1. νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον.
[*](2.681)τὴν δὲ Πελοπόννησον Ἀχαιικὸν
  1. εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιικὸν
[*](Hom. Il. 9.141)
  1. ἢ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ.
[*](Hom. Od. 3.251)σημαίνων ἐνταῦθα, ὅτι καὶ Ἀχαιοὶ ἰδίως ὠνομάζοντο οἱ Πελοποννήσιοι κατʼ ἄλλην σημασίαν. Ἴασόν τε Ἄργος τὴν Πελοπόννησον λέγει
  1. εἰ πάντες γʼ ἐσίδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί
[*](Source unknown.) τὴν
p.525
Πηνελόπην, ὅτι πλείους ἂν λάβοι μνηστῆρας· οὐ γὰρ τοὺς ἐξ ὅλης τῆς Ἑλλάδος εἰκός, ἀλλὰ τοὺς ἐγγύς. ἱππόβοτον δὲ καὶ ἵππιον κοινῶς εἴρηκε.

περὶ δὲ τῆς Ἑλλάδος καὶ Ἑλλήνων καὶ Πανελλήνων ἀντιλέγεται. Θουκυδίδης μὲν γὰρ τὸν ποιητὴν μηδαμοῦ βαρβάρους εἰπεῖν φησι διὰ τὸ μηδὲ Ἕλληνάς πω τὸ ἀντίπαλον εἰς ἓν ὄνομα ἀποκεκρίσθαι. καὶ Ἀπολλόδωρος δὲ μόνους τοὺς ἐν Θετταλίᾳ καλεῖσθαί φησιν Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες. Ἡσίοδον μέντοι καὶ Ἀρχίλοχον ἤδη εἰδέναι καὶ Ἕλληνας λεγομένους τοὺς σύμπαντας καὶ Πανέλληνας, τὸν μὲν περὶ τῶν Προιτίδων λέγοντα ὡς Πανέλληνες ἐμνήστευον αὐτάς, τὸν δὲ

  1. ὡς Πανελλήνων ὀιζὺς ἐς Θάσον συνέδραμεν.
[*](Archilochus Fr. 52 (Edmonds)) ἄλλοι δʼ ἀντιτιθέασιν ὅτι καὶ βαρβάρους εἴρηκεν, εἰπών γε βαρβαροφώνους τοὺς Κᾶρας, καὶ Ἕλληνας τοὺς πάντας
  1. ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·
[*](Hom. Od. 1.344)καὶ πάλιν
  1. εἰ δʼ ἐθέλῃς τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
[*](Hom. Od. 15.80)

ἡ μὲν οὖν πόλις ἡ τῶν Ἀργείων ἐν χωρίοις ἐπιπέδοις ἵδρυται τὸ πλέον, ἄκραν δʼ ἔχει τὴν καλουμένην Λάρισαν, λόφον εὐερκῆ μετρίως ἔχοντα ἱερὸν Διός· ῥεῖ δʼ αὐτῆς πλησίον ὁ Ἴναχος χαραδρώδης ποταμὸς τὰς πηγὰς ἔχων ἐκ Λυρκείου[*](post Λυρκείου· τοῦ κατὰ τὴν Κυνουρίαν ὄρους τῆς Ἀρκαδίας.). περὶ δὲ τῶν μυθευομένων πηγῶν εἴρηται διότι πλάσματα ποιητῶν ἐστί· πλάσμα δὲ καὶ τὸ Ἄργος ἄνυδρον θεοὶ δʼ αὖ θέσαν Ἄργος ἔνυδρον τῆς τε χώρας κοίλης οὔσης καὶ ποταμοῖς διαρρεομένης καὶ ἕλη καὶ λίμνας παρεχομένης, καὶ τῆς πόλεως εὐπορουμένης ὕδασι φρεάτων πολλῶν καὶ ἐπιπολαίων. αἰτιῶνται δὲ τῆς ἀπάτης τὸ

  1. καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην.
[*](Hom. Il. 4.171)τοῦτο δʼ ἤτοι
p.526
ἀντὶ τοῦ πολυπόθητον κεῖται, ἢ χωρὶς τοῦ δ πολυίψιον, ὡς
  1. πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε
[*](Soph. El. 10) φησὶ Σοφοκλῆς· τὸ γὰρ[*](post γὰρ· προϊάψαι καὶ ἰάψαι καὶ) ἴψασθαι φθοράν τινα καὶ βλάβην σημαίνει
  1. νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας Ἀχαιῶν
[*](Hom. Il. 2.193)
  1. κατὰ χρόα καλὸν ἰάψῃ.
[*](Hom. Od. 2.376)
  1. Ἄιδι προίαψεν
[*](Hom. Il. 1.3) ἄλλως τε οὐ τὴν πόλιν λέγει τὸ Ἄργος (οὐ γὰρ ἐκεῖσε ἔμελλεν ἀφίξεσθαι) ἀλλὰ τὴν Πελοπόννησον, οὐ δήπου καὶ ταύτην διψηρὰν οὖσαν. καὶ σὺν τῷ ltδgt δὲ ὑπερβατῶς δέχονταί τινες κατὰ συναλιφὴν μετὰ τοῦ συνδέσμου τοῦ δέ, ἵνʼ ᾖ οὕτως καί κεν ἐλέγχιστος πολὺ δʼ ἴψιον Ἄργος ἱκοίμην, --- πολυίψιον Ἄργοσδε ἱκοίμην ἀντὶ τοῦ εἰς Ἄργος.

εἷς μὲν δὴ Ἴναχός ἐστιν ὁ διαρρέων τὴν Ἀργείαν· ἄλλος δὲ ποταμὸς Ἐρασῖνος ἐν τῇ Ἀργείᾳ ἐστίν· οὗτος δὲ τὰς ἀρχὰς ἐκ Στυμφάλου τῆς Ἀρκαδίας λαμβάνει καὶ τῆς ἐκεῖ λίμνης τῆς καλουμένης Στυμφαλίδος, ἐν ᾗ τὰς ὄρνεις μυθολογοῦσι τὰς ὑπὸ τοῦ Ἡρακλέους τοξεύμασι καὶ τυμπάνοις ἐξελαθείσας, ἃς καὶ αὐτὰς καλοῦσι Στυμφαλίδας· δύντα δʼ ὑπὸ γῆς φασὶ τὸν ποταμὸν τοῦτον ἐκπίπτειν εἰς τὴν Ἀργείαν καὶ ποιεῖν ἐπίρρυτον τὸ πεδίον[*](post πεδίον· τὸν δʼ Ἐρασῖνον καλοῦσι καὶ Ἀρσῖνον.)· ῥεῖ δὲ καὶ ἄλλος ὁμώνυμος ἐκ τῆς Ἀρκαδίας εἰς τὸν κατὰ Βοῦραν αἰγιαλόν· ἄλλος δʼ ἐστὶν ὁ Ἐρετρικός, καὶ ὁ ἐν τῇ Ἀττικῇ κατὰ Βραυρῶνα. δείκνυται δὲ καὶ Ἀμυμώνη τις κρήνη κατὰ Λέρνην. ἡ δὲ Λέρνη λίμνη τῆς Ἀργείας ἐστὶ καὶ τῆς Μυκηναίας, ἐν ᾗ τὴν Ὕδραν ἱστοροῦσι· διὰ δὲ τοὺς γινομένους καθαρμοὺς ἐν αὐτῇ παροιμία τις ἐξέπεσε Λέρνη κακῶν. τὴν μὲν οὖν χώραν συγχωροῦσιν εὐυδρεῖν, αὐτὴν δὲ τὴν πόλιν ἐν ἀνύδρῳ χωρίῳ κεῖσθαι, φρεάτων δʼ εὐπορεῖν, ἃ ταῖς Δαναΐσιν ἀνάπτουσιν, ὡς ἐκείνων

p.527
ἐξευρουσῶν, ἀφʼ οὗ καὶ τὸ ἔπος εἰπεῖν τοῦτο
  1. Ἄργος ἄνυδρον ἐὸν Δανααὶ θέσαν Ἄργος ἔνυδρον,
[*](Hes. fr. 24 (Rzach)) τῶν δὲ φρεάτων τέτταρα καὶ ἱερὰ ἀποδειχθῆναι καὶ τιμᾶσθαι διαφερόντως, ἐν εὐπορίᾳ ὑδάτων ἀπορίαν εἰσάγοντες.