Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

ἔστι δʼ οὖν μετὰ τὸν Μεσσηνιακὸν κόλπον ὁ Λακωνικὸς μεταξὺ Ταινάρου καὶ Μαλεῶν, ἐκκλίνων μικρὸν ἀπὸ μεσημβρίας πρὸς ἕω· διέχουσι δὲ σταδίους ἑκατὸν τριάκοντα αἱ Θυρίδες τοῦ Ταινάρου ἐν τῷ Μεσσηνιακῷ οὖσαι κόλπῳ, ῥοώδης κρημνός. τούτων δʼ ὑπέρκειται τὸ Ταΰγετον· ἔστι δʼ ὄρος μικρὸν ὑπὲρ τῆς θαλάττης ὑψηλόν τε καὶ ὄρθιον, συνάπτον κατὰ τὰ προσάρκτια μέρη ταῖς Ἀρκαδικαῖς ὑπωρείαις, ὥστε καταλείπεσθαι μεταξὺ αὐλῶνα, καθʼ ὃν ἡ Μεσσηνία συνεχής ἐστι τῇ Λακωνικῇ. ὑποπέπτωκε δὲ τῷ Ταϋγέτῳ ἡ Σπάρτη ἐν μεσογαίᾳ καὶ Ἀμύκλαι, οὗ τὸ τοῦ Ἀπόλλωνος ἱερόν, καὶ ἡ Φᾶρις. ἔστι μὲν οὖν ἐν κοιλοτέρῳ χωρίῳ τὸ τῆς πόλεως ἔδαφος καίπερ ἀπολαμβάνον ὄρη μεταξύ· ἀλλʼ οὐδέν γε μέρος αὐτοῦ λιμνάζει, τὸ δὲ παλαιὸν ἐλίμναζε τὸ προάστειον, καὶ ἐκάλουν αὐτὸ Λίμνας· καὶ τὸ τοῦ Διονύσου ἱερὸν ἐν Λίμναις ἐφʼ ὑγροῦ βεβηκὸς ἐτύγχανε, νῦν δʼ ἐπὶ ξηροῦ τὴν ἵδρυσιν ἔχει. ἐν δὲ τῷ κόλπῳ τῆς παραλίας τὸ μὲν Ταίναρον ἀκτή ἐστιν ἐκκειμένη τὸ ἱερὸν ἔχουσα τοῦ Ποσειδῶνος ἐν ἄλσει ἱδρυμένον· πλησίον δʼ ἐστὶν ἄντρον, διʼ οὗ τὸν Κέρβερον ἀναχθῆναι μυθεύουσιν ὑφʼ Ἡρακλέους ἐξ ᾄδου. ἐντεῦθεν δʼ εἰς μὲν Φυκοῦντα ἄκραν τῆς Κυρηναίας πρὸς νότον δίαρμά ἐστι σταδίων τρισχιλίων· εἰς δὲ Πάχυνον πρὸς δύσιν, τὸ τῆς Σικελίας ἀκρωτήριον, τετρακισχιλίων ἑξακοσίων, τινὲς δὲ τετρακισχιλίων φασίν· εἰς δὲ Μαλέας πρὸς ἕω ἑξακοσίων ἑβδομήκοντα κατακολπίζοντι· εἰς δὲ Ὄνου γνάθον, ταπεινὴν χερρόνησον ἐνδοτέρω τῶν Μαλεῶν, πεντακοσίων εἴκοσι (πρόκειται δὲ κατὰ τούτου Κύθηρα ἐν τετταράκοντα σταδίοις, νῆσος εὐλίμενος,

p.516
πόλιν ἔχουσα ὁμώνυμον, ἣν ἔσχεν Εὐρυκλῆς ἐν μέρει κτήσεως ἰδίας ὁ καθʼ ἡμᾶς τῶν Λακεδαιμονίων ἡγεμών· περίκειται δὲ νησίδια πλείω τὰ μὲν ἐγγὺς τὰ δὲ καὶ μικρὸν ἀπωτέρω)· εἰς δὲ Κώρυκον ἄκραν τῆς Κρήτης ἐγγυτάτω πλοῦς ἐστι σταδίων ἑπτακοσίων πεντήκοντα.

μετὰ δὲ Ταίναρον πλέοντι ἐπὶ τὴν Ὄνου γνάθον καὶ Μαλέας Ψαμαθοῦς ἐστι πόλις· εἶτʼ Ἀσίνη καὶ Γύθειον τὸ τῆς Σπάρτης ἐπίνειον ἐν διακοσίοις καὶ τετταράκοντα σταδίοις ἱδρυμένον· ἔχει δʼ, ὥς φασι, τὸ ναύσταθμον ὀρυκτόν· εἶθʼ ὁ Εὐρώτας ἐκδίδωσι μεταξὺ Γυθείου καὶ Ἀκραίων. τέως μὲν οὖν ὁ πλοῦς ἐστι παρʼ αἰγιαλὸν ὅσον διακοσίων καὶ τετταράκοντα σταδίων· εἶθʼ ἑλῶδες ὑπέρκειται χωρίον καὶ κώμη Ἕλος· πρότερον δʼ ἦν πόλις, καθάπερ καὶ Ὅμηρός φησιν

  1. οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον
[*](Hom. Il. 2.584)κτίσμα δʼ Ἑλίου φασὶ τοῦ Περσέως. ἔστι δὲ καὶ πεδίον καλούμενον Λεύκη· εἶτα πόλις ἐπὶ χερρονήσου ἱδρυμένη Κυπαρισσία λιμένα ἔχουσα· εἶτα ἡ Ὄνου γνάθος λιμένα ἔχουσα· εἶτα Βοία πόλις, εἶτα Μαλέαι· στάδιοι δʼ εἰς αὐτὰς ἀπὸ τῆς Ὄνου γνάθου πεντήκοντα καὶ ἑκατόν· ἔστι δὲ καὶ Ἀσωπὸς πόλις ἐν τῇ Λακωνικῇ.

τῶν δʼ ὑφʼ Ὁμήρου καταλεγομένων τὴν μὲν Μέσσην οὐδαμοῦ δείκνυσθαί φασι· Μεσσόαν δʼ οὐ τῆς χώρας εἶναι μέρος ἀλλὰ τῆς Σπάρτης, καθάπερ καὶ τὸ Λιμναῖον, κατὰ τὸν --- κα. ἔνιοι δὲ κατὰ ἀποκοπὴν δέχονται τὴν Μεσσήνην· εἴρηται γὰρ ὅτι καὶ αὕτη μέρος ἦν τῆς Λακωνικῆς. παραδείγμασι δὲ χρῶνται τοῦ μὲν ποιητοῦ τῷ κρῖ καὶ δῶ καὶ μάψ, καὶ ἔτι

  1. ἥρως δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος,
[*](Hom. Il. 19.392)ἀντὶ τοῦ Ἀλκιμέδων· Ἡσιόδου δέ, ὅτι τὸ βριθὺ καὶ βριαρὸν βρῖ λέγει· Σοφοκλῆς δὲ καὶ Ἴων τὸ ῥᾴδιον ῥᾴ· Ἐπίχαρμος δὲ τὸ
p.517
λίαν λῖ, Συρακὼ δὲ τὰς Συρακούσσας· παρʼ Ἐμπεδοκλεῖ δέ
  1. μία γίνεται ἀμφοτέρων ὄψ
[*](Empedocles Fr. 88 (Diels))ἡ ὄψις· καὶ παρʼ Ἀντιμάχῳ
  1. Δήμητρός τοι Ἐλευσινίης· ἱερὴ ὄψ.
[*](Antimachus Fr.)καὶ τὸ ἄλφιτον ἄλφι· Εὐφορίων δὲ καὶ τὸν ἧλον λέγει ἧλ· παρὰ Φιλήτᾳ δέ
  1. δμωίδες εἰς ταλάρους λευκὸν ἄγουσιν ἔρι
  2. εἰς ἄνεμον δὲ τὰ πηδά
[*](Euphorion Fr.)τὰ πηδάλια Ἄρατός φησι, Δωδὼ δὲ τὴν Δωδώνην Σιμμίας. τῶν δʼ ἄλλων τῶν ὑπὸ τοῦ ποιητοῦ κατωνομασμένων τὰ μὲν ἀνῄρηται, τῶν δʼ ἴχνη λείπεται, τὰ δὲ μετωνόμασται, καθάπερ αἱ Αὐγειαὶ Αἰγαιαί· αἱ γὰρ ἐν τῇ Λοκρίδι οὐδʼ ὅλως περίεισι. τὴν δὲ Λᾶν οἱ Διόσκουροί ποτε ἐκ πολιορκίας ἑλεῖν ἱστοροῦνται, ἀφʼ οὗ δὴ Λαπέρσαι προσηγορεύθησαν.[*](post προσηγορεύθησαν· καὶ Σοφοκλῆς λέγει που νὴ τὼ Λαπέρσα, νὴ τὸν Εὐρώταν τρίτον.νὴ τοὺς ἐν Ἄργει καὶ κατὰ Σπάρτην θεούς.Soph. Fr. 871 (Nauck))

φησὶ δʼ Ἔφορος τοὺς κατασχόντας τὴν Λακωνικὴν Ἡρακλείδας Εὐρυσθένη τε καὶ Προκλῆ διελεῖν εἰς ἓξ μέρη καὶ πολίσαι τὴν χώραν· μίαν μὲν οὖν τῶν μερίδων, τὰς Ἀμύκλας, ἐξαίρετον δοῦναι τῷ προδόντι αὐτοῖς τὴν Λακωνικὴν καὶ πείσαντι τὸν κατέχοντα αὐτὴν ἀπελθεῖν ὑπόσπονδον μετὰ τῶν Ἀχαιῶν εἰς τὴν Ἰωνίαν· τὴν δὲ Σπάρτην βασίλειον ἀποφῆναι σφίσιν αὐτοῖς· εἰς δὲ τὰς ἄλλας πέμψαι βασιλέας, ἐπιτρέψαντας δέχεσθαι συνοίκους τοὺς βουλομένους τῶν ξένων διὰ τὴν λιπανδρίαν· χρῆσθαι δὲ Λαῒ μὲν ναυστάθμῳ διὰ τὸ εὐλίμενον, Αἴγυι δὲ πρὸς τοὺς πολέμους ὁρμητηρίῳ· καὶ γὰρ ὁμορεῖν τοῖς κύκλῳ, Φάριδι δὲ ἀρχείῳ, πλείστην ἀπὸ τῶν ἐντὸς ἀσφάλειαν ἐχούσῃ, τ --- ὑπακούοντας δʼ ἅπαντας τοὺς περιοίκους Σπαρτιατῶν ὅμως ἰσονόμους εἶναι, μετέχοντας καὶ πολιτείας καὶ ἀρχείων· Ἆγιν δὲ τὸν Εὐρυσθένους

p.518
ἀφελέσθαι τὴν ἰσοτιμίαν καὶ συντελεῖν προστάξαι τῇ Σπάρτῃ. τοὺς μὲν οὖν ἄλλους ὑπακοῦσαι, τοὺς δʼ Ἑλείους τοὺς ἔχοντας τὸ Ἕλος (καλεῖσθαι δὲ Εἵλωτας) ποιησαμένους ἀπόστασιν κατὰ κράτος ἁλῶναι πολέμῳ καὶ κριθῆναι δούλους ἐπὶ τακτοῖς τισιν, ὥστε τὸν ἔχοντα μήτʼ ἐλευθεροῦν ἐξεῖναι μήτε πωλεῖν ἔξω τῶν ὅρων τούτους· τοῦτον δὲ λεχθῆναι τὸν πρὸς τοὺς Εἵλωτας πόλεμον. σχεδὸν δέ τι καὶ τὴν εἱλωτείαν τὴν ὕστερον συμμείνασαν μέχρι τῆς Ῥωμαίων ἐπικρατείας οἱ περὶ Ἆγιν εἰσὶν οἱ καταδείξαντες· τρόπον γάρ τινα δημοσίους δούλους εἶχον οἱ Λακεδαιμόνιοι τούτους, κατοικίας τινὰς αὐτοῖς ἀποδείξαντες καὶ λειτουργίας ἰδίας.

περὶ δὲ τῆς Λακώνων πολιτείας καὶ τῶν γενομένων παρʼ αὐτοῖς μεταβολῶν τὰ μὲν πολλὰ παρείη τις ἂν διὰ τὸ γνώριμον, τινῶν δʼ ἄξιον ἴσως μνησθῆναι. Ἀχαιοὺς γὰρ τοὺς Φθιώτας φασὶ συγκατελθόντας Πέλοπι εἰς τὴν Πελοπόννησον οἰκῆσαι τὴν Λακωνικήν, τοσοῦτον δʼ ἀρετῇ διενεγκεῖν ὥστε τὴν Πελοπόννησον, ἐκ πολλῶν ἤδη χρόνων Ἄργος λεγομένην, τότε Ἀχαϊκὸν Ἄργος λεχθῆναι, καὶ οὐ μόνον γε τὴν Πελοπόννησον ἀλλὰ καὶ ἰδίως τὴν Λακωνικὴν οὕτω προσαγορευθῆναι· τὸ γοῦν τοῦ ποιητοῦ

  1. ποῦ Μενέλαος ἔην;
[*](Hom. Od. 3.249)
  1. ἢ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ;
[*](Hom. Od. 251)δέχονταί τινες οὕτως ἢ οὐκ ἦν ἐν τῇ Λακωνικῇ; κατὰ δὲ τὴν τῶν Ἡρακλειδῶν κάθοδον Φιλονόμου προδόντος τὴν χώραν τοῖς Δωριεῦσι μετανέστησαν ἐκ τῆς Λακωνικῆς εἰς τὴν τῶν Ἰώνων τὴν καὶ νῦν Ἀχαΐαν καλουμένην· ἐροῦμεν δὲ περὶ αὐτῶν ἐν τοῖς Ἀχαϊκοῖς. οἱ δὲ κατασχόντες τὴν Λακωνικὴν[*](post Λακωνικὴν· καὶ) κατʼ ἀρχὰς μὲν ἐσωφρόνουν, ἐπεὶ δʼ
p.519
οὖν Λυκούργῳ τὴν πολιτείαν ἐπέτρεψαν, τοσοῦτον ὑπερεβάλοντο τοὺς ἄλλους ὥστε μόνοι τῶν Ἑλλήνων καὶ γῆς καὶ θαλάττης ἐπῆρξαν, διετέλεσάν τε ἄρχοντες τῶν Ἑλλήνων ἕως ἀφείλοντο αὐτοὺς τὴν ἡγεμονίαν Θηβαῖοι καὶ μετʼ ἐκείνους εὐθὺς Μακεδόνες. οὐ μὴν τελέως γε οὐδὲ τούτοις εἶξαν, ἀλλὰ φυλάττοντες τὴν αὐτονομίαν ἔριν εἶχον περὶ πρωτείων ἀεὶ πρός τε τοὺς ἄλλους Ἕλληνας καὶ πρὸς τοὺς τῶν Μακεδόνων βασιλέας· καταλυθέντων δὲ τούτων ὑπὸ Ῥωμαίων, μικρὰ μέν τινα προσέκρουσαν τοῖς πεμπομένοις ὑπὸ Ῥωμαίων στρατηγοῖς τυραννούμενοι τότε καὶ πολιτευόμενοι μοχθηρῶς· ἀναλαβόντες δὲ σφᾶς ἐτιμήθησαν διαφερόντως καὶ ἔμειναν ἐλεύθεροι, πλὴν τῶν φιλικῶν λειτουργιῶν ἄλλο συντελοῦντες οὐδέν. νεωστὶ δʼ Εὐρυκλῆς αὐτοὺς ἐτάραξε δόξας ἀποχρήσασθαι τῇ Καίσαρος φιλίᾳ πέρα τοῦ μετρίου πρὸς τὴν ἐπιστασίαν αὐτῶν, ἐπαύσατο δʼ ἡ ἀρχὴ ταχέως, ἐκείνου μὲν παραχωρήσαντος εἰς τὸ χρεών, τοῦ δʼ υἱοῦ τὴν φιλίαν ἀπεστραμμένου τὴν τοιαύτην πᾶσαν· συνέβη δὲ καὶ τοὺς Ἐλευθερολάκωνας λαβεῖν τινα τάξιν πολιτείας, ἐπειδὴ Ῥωμαίοις προσέθεντο πρῶτοι οἱ περίοικοι τυραννουμένης τῆς Σπάρτης, οἵ τε ἄλλοι καὶ οἱ Εἵλωτες. Ἑλλάνικος μὲν οὖν Εὐρυσθένη καὶ Προκλέα φησὶ διατάξαι τὴν πολιτείαν, Ἔφορος δʼ ἐπιτιμᾷ φήσας Λυκούργου μὲν αὐτὸν μηδαμοῦ μεμνῆσθαι, τὰ δʼ ἐκείνου ἔργα τοῖς μὴ προσήκουσιν ἀνατιθέναι· μόνῳ γοῦν Λυκούργῳ ἱερὸν ἱδρῦσθαι καὶ θύεσθαι κατʼ ἔτος, ἐκείνοις δὲ καίπερ οἰκισταῖς γενομένοις μηδὲ τοῦτο δεδόσθαι ὥστε τοὺς ἀπʼ αὐτῶν τοὺς μὲν Εὐρυσθενίδας τοὺς δὲ Προκλείδας καλεῖσθαι, ἀλλὰ τοὺς μὲν Ἀγίδας ἀπὸ Ἄγιδος τοῦ Εὐρυσθένους τοὺς δʼ Εὐρυπωντίδας ἀπὸ Εὐρυπῶντος τοῦ Προκλέους· τοὺς μὲν γὰρ δυναστεῦσαι δικαίως,
p.520
τοὺς δὲ δεξαμένους ἐπήλυδας ἀνθρώπους, διʼ ἐκείνων δυναστεῦσαι· ὅθεν οὐδʼ ἀρχηγέτας νομισθῆναι ὅπερ πᾶσιν ἀποδέδοται οἰκισταῖς. Παυσανίαν τε τῶν Εὐρυπωντιδῶν ἐκπεσόντα --- τῆς οἰκείας ἐν τῇ φυγῇ συντάξαι λόγον κατὰ τοῦ Λυκούργου, νόμων ὄντος τῆς ἐκβαλούσης αὐτὸν αἰτίου, καὶ τοὺς χρησμοὺς λέγειν τοὺς δοθέντας αὐτῷ περὶ τῶν πλείστων.

περὶ δὲ τῆς φύσεως τῶν τόπων καὶ τούτων καὶ τῶν Μεσσηνιακῶν ταῦτα μὲν ἀποδεκτέον λέγοντος Εὐριπίδου· τὴν γὰρ Λακωνικήν φησιν ἔχειν

  1. πολὺν μὲν ἄροτον, ἐκπονεῖν δʼ οὐ ῥᾴδιον·
  2. κοίλη γάρ, ὄρεσι περίδρομος, τραχεῖά τε
  3. δυσείσβολός τε πολεμίοις,
[*](Eur. fr. 1083 (Nauck)) τὴν δὲ Μεσσηνιακὴν
  1. καλλίκαρπον
  2. κατάρρυτόν τε μυρίοισι νάμασι,
  3. καὶ βουσὶ καὶ ποίμναισιν εὐβοτωτάτην
  4. οὔτʼ ἐν πνοαῖσι χείματος δυσχείμερον,
  5. οὔτʼ αὖ τεθρίπποις ἡλίου θερμὴν ἄγαν.
[*](Eur. fr. 1083 (Nauck))καὶ ὑποβὰς τῶν πάλων φησὶν ὧν οἱ Ἡρακλεῖδαι περὶ τῆς χώρας ἐποιήσαντο, τὸν μὲν πρότερον γενέσθαι
  1. γαίας Λακαίνης κύριον, φαύλου χθονός·
[*](Eur. fr. 1083 (Nauck))τὸν δὲ δεύτερον τῆς Μεσσήνης
  1. ἀρετὴν ἐχούσης μείζονʼ ἢ λόγῳ φράσαι.
[*](Eur. fr. 1083 (Nauck))οἵαν καὶ ὁ Τυρταῖος φράζει. τὴν δὲ Λακωνικὴν καὶ τὴν Μεσσηνίαν ὁρίζειν αὐτοῦ φήσαντος
  1. Παμισὸν εἰς θάλασσαν ἐξορμώμενον,
[*](Eur. fr. 1083 (Nauck))οὐ συγχωρητέον, ὃς διὰ μέσης ῥεῖ τῆς Μεσσηνίας, οὐδαμοῦ τῆς νῦν Λακωνικῆς ἁπτόμενος. οὐκ εὖ δὲ οὐδʼ ὅτι τῆς Μεσσηνίας ὁμοίως ἐπιθαλαττιαίας οὔσης τῇ Λακωνικῇ φησὶν αὐτὴν πρόσω ναυτίλοισιν εἶναι. ἀλλʼ οὐδὲ τὴν Ἦλιν εὖ διορίζει
  1. πρόσω δὲ βάντι ποταμὸν Ἦλις ἡ Διὸς
  2. γείτων κάθηται.
[*](Eur. fr. 1083 (Nauck))εἴτε γὰρ τὴν νῦν Ἠλείαν βούλεται λέγειν, ἥτις ὁμορεῖ τῇ Μεσσηνίᾳ, ταύτης οὐ προσάπτεται ὁ Παμισός, ὥσπερ γε οὐδὲ τῆς Λακωνικῆς· εἴρηται γὰρ
p.521
ὅτι διὰ μέσης ῥεῖ τῆς Μεσσηνίας· εἴτε τὴν παλαιὰν τὴν κοίλην καλουμένην, πολὺ μᾶλλον ἐκπίπτει τῆς ἀληθείας· διαβάντι γὰρ τὸν Παμισὸν ἔστι πολλὴ τῆς Μεσσηνίας, εἶθʼ ἡ τῶν Λεπρεατῶν ἅπασα καὶ Μακιστίων, ἣν Τριφυλίαν ἐκάλουν, εἶθʼ ἡ Πισᾶτις καὶ ἡ Ὀλυμπία, εἶτα μετὰ τριακοσίους σταδίους ἡ Ἦλις.

γραφόντων δὲ τῶν μὲν Λακεδαίμονα κητώεσσαν τῶν δὲ καιετάεσσαν, ζητοῦσι τὴν κητώεσσαν τίνα δέχεσθαι χρή, εἴτε ἀπὸ τῶν κητῶν εἴτε μεγάλην, ὅπερ δοκεῖ πιθανώτερον εἶναι· τὴν δὲ καιετάεσσαν οἱ μὲν καλαμινθώδη δέχονται, οἱ δὲ ὅτι οἱ ἀπὸ τῶν σεισμῶν ῥωχμοὶ καιετοὶ λέγονται· καὶ ὁ καιέτας τὸ δεσμωτήριον ἐντεῦθεν τὸ παρὰ Λακεδαιμονίοις, σπήλαιόν τι· ἔνιοι δὲ κώους μᾶλλον τὰ τοιαῦτα κοιλώματα λέγεσθαί φασιν, ἀφʼ οὗ καὶ τὸ

  1. φηρσὶν ὀρεσκῴοισιν.
[*](Hom. Il. 1.268) εὔσειστος δʼ ἡ Λακωνική· καὶ δὴ τοῦ Ταϋγέτου κορυφάς τινας ἀπορραγῆναι τινὲς μνημονεύουσιν. εἰσὶ δὲ λατομίαι λίθου πολυτελοῦς τοῦ μὲν Ταιναρίου ἐν Ταινάρῳ παλαιαί, νεωστὶ δὲ καὶ ἐν τῷ Ταϋγέτῳ μέταλλον ἀνέῳξάν τινες εὐμέγεθες, χορηγὸν ἔχοντες τὴν τῶν Ῥωμαίων πολυτέλειαν.

ὅτι δὲ Λακεδαίμων ὁμωνύμως λέγεται καὶ ἡ χώρα καὶ ἡ πόλις, δηλοῖ καὶ Ὅμηρος· λέγω δὲ χώραν σὺν τῇ Μεσσηνίᾳ. περὶ μὲν δὴ τῶν τόξων ὅταν λέγῃ

  1. καλά, τὰ οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας,
  2. Ἴφιτος Εὐρυτίδης,
[*](Hom. Od. 21.13)εἶτʼ ἐπενέγκῃ
  1. τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιιν
  2. οἴκῳ ἐν Ὀρτιλόχοιο,[*](ante τὴν· τῆς Φηρῆς)
[*](Hom. Od. 21.15)τὴν χώραν λέγει, ἧς μέρος ἦν καὶ ἡ Μεσσηνία· οὐ διήνεγκεν οὖν αὐτῷ καὶ οὕτως εἰπεῖν
  1. ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας,
καὶ
  1. τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην.
ὅτι γὰρ αἱ Φηραὶ
p.522
εἰσὶν ὁ τοῦ Ὀρτιλόχου οἶκος δῆλον·
  1. ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
  2. υἱέος Ὀρτιλόχοιο,
[*](Hom. Od. 3.488)ὅ τε Τηλέμαχος καὶ ὁ Πεισίστρατος· αἱ δὲ Φηραὶ τῆς Μεσσηνίας εἰσίν. ὅταν δʼ ἐκ τῶν Φηρῶν ὁρμηθέντας τοὺς περὶ Τηλέμαχον πανημερίους φῇ σείειν ζυγόν, εἶτʼ εἴπῃ
  1. δύσετό τʼ ἠέλιος, ---
  2. οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν·
  3. πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου,
[*](Hom. Od. 3.497; 4.1f.) τὴν πόλιν δεῖ δέχεσθαι· εἰ δὲ μή, ἐκ Λακεδαίμονος εἰς Λακεδαίμονα φανεῖται λέγων τὴν ἄφιξιν· ἄλλως τε οὐ πιθανὸν μὴ ἐν Σπάρτῃ τὴν οἴκησιν εἶναι τοῦ Μενελάου, οὐδὲ μὴ οὔσης ἐκεῖ τὸν Τηλέμαχον λέγειν
  1. εἶμι γὰρ ἐς Σπάρτην τε καὶ εἰς Πύλον.
[*](Hom. Od. 2.359)δοκεῖ δὲ συμπίπτειν τούτῳ τὸ τοῖς τῆς χώρας ἐπιθέτοις αὐ --- εἰ μὴ νὴ Δία ποιητικῇ τις τοῦτο συγχωρήσει ἐξουσίᾳ. βέλτιον γὰρ τὴν Μεσσήνην μετὰ τῆς Λακωνικῆς καὶ Πύλου τῆς ὑπὸ τῷ Νέστορι, μηδὲ δὴ καθʼ αὑτὴν τάττεσθαι ἐν τῷ καταλόγῳ μηδὲ κοινωνοῦσαν τῆς στρατείας.