Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

μετὰ Φασήλιδα δʼ ἔστιν ἡ Ὁλβία, τῆς Παμφυλίας ἀρχή, μέγα ἔρυμα, καὶ μετὰ ταύτην ὁ Καταράκτης λεγόμενος ἀφʼ ὑψηλῆς πέτρας καταράττων ποταμὸς

p.931
πολὺς καὶ χειμαρρώδης ὥστε πόρρωθεν ἀκούεσθαι τὸν ψόφον. εἶτα πόλις Ἀττάλεια, ἐπώνυμος τοῦ κτίσαντος Φιλαδέλφου καὶ οἰκίσαντος εἰς Κώρυκον, πολίχνιον ὅμορον, ἄλλην κατοικίαν καὶ μείζω περίβολον περιθέντος. φασὶ δʼ ἐν τῷ μεταξὺ Φασήλιδος καὶ Ἀτταλείας δείκνυσθαι Θήβην τε καὶ Λυρνησσόν, ἐκπεσόντων ἐκ τοῦ Θήβης πεδίου τῶν Τρωικῶν Κιλίκων εἰς τὴν Παμφυλίαν ἐκ μέρους, ὡς εἴρηκε Καλλισθένης.

εἶθʼ ὁ Κέστρος ποταμός, ὃν ἀναπλεύσαντι σταδίους ἑξήκοντα Πέργη πόλις καὶ πλησίον ἐπὶ μετεώρου τόπου τὸ τῆς Περγαίας Ἀρτέμιδος ἱερόν, ἐν ᾧ πανήγυρις κατʼ ἔτος συντελεῖται. εἶθʼ ὑπὲρ τῆς θαλάττης ὅσον τετταράκοντα Σύλλιον πόλις ἐστὶν ὑψηλὴ τοῖς ἐκ Πέργης ἔποπτος· εἶτα λίμνη εὐμεγέθης Καπρία καὶ μετὰ ταῦτα ὁ Εὐρυμέδων ποταμός, ὃν ἀναπλεύσαντι ἑξήκοντα σταδίους Ἄσπενδος πόλις εὐανδροῦσα ἱκανῶς, Ἀργείων κτίσμα· ὑπέρκειται δὲ ταύτης Πετνηλισσός· εἶτʼ ἄλλος ποταμὸς καὶ νησία προκείμενα πολλά· εἶτα Σίδη Κυμαίων ἄποικος· ἔχει δʼ Ἀθηνᾶς ἱερόν. πλησίον δʼ ἐστὶ καὶ ἡ Κιβυρατῶν παραλία τῶν μικρῶν· εἶθʼ ὁ Μέλας ποταμὸς καὶ ὕφορμος· εἶτα Πτολεμαῒς πόλις· καὶ μετὰ ταῦθʼ οἱ ὅροι τῆς Παμφυλίας καὶ τὸ Κορακήσιον, ἀρχὴ τῆς τραχείας Κιλικίας. ὁ δὲ παράπλους ἅπας ὁ Παμφύλιος στάδιοί εἰσιν ἑξακόσιοι τεσσαράκοντα.

φησὶ δʼ Ἡρόδοτος τοὺς Παμφύλους τῶν μετὰ Ἀμφιλόχου καὶ Κάλχαντος εἶναι λαῶν μιγάδων τινῶν ἐκ Τροίας συνακολουθησάντων· τοὺς μὲν δὴ πολλοὺς ἐνθάδε καταμεῖναι, τινὰς δὲ σκεδασθῆναι πολλαχοῦ τῆς γῆς. Καλλῖνος δὲ τὸν μὲν Κάλχαντα ἐν Κλάρῳ τελευτῆσαι τὸν βίον φησί, τοὺς δὲ λαοὺς μετὰ Μόψου τὸν Ταῦρον ὑπερθέντας τοὺς μὲν ἐν Παμφυλίᾳ μεῖναι

p.932
τοὺς δʼ ἐν Κιλικίᾳ μερισθῆναι καὶ Συρίᾳ μέχρι καὶ Φοινίκης.