Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

εἶθʼ Ἱερὰ ἄκρα καὶ αἱ Χελιδόνιαι τρεῖς νῆσοι τραχεῖαι, πάρισοι τὸ μέγεθος, ὅσον πέντε σταδίοις ἀλλήλων διέχουσαι· τῆς δὲ γῆς ἀφεστᾶσιν ἑξαστάδιον· μία δʼ αὐτῶν καὶ πρόσορμον ἔχει. ἐντεῦθεν νομίζουσιν οἱ πολλοὶ τὴν ἀρχὴν λαμβάνειν τὸν Ταῦρον διά τε τὴν ἄκραν ὑψηλὴν οὖσαν καὶ καθήκουσαν ἀπὸ τῶν Πισιδικῶν ὀρῶν τῶν ὑπερκειμένων τῆς Παμφυλίας καὶ διὰ τὰς προκειμένας νήσους ἐχούσας ἐπιφανές τι σημεῖον ἐν τῇ θαλάττῃ κρασπέδου δίκην. τὸ δʼ ἀληθὲς ἀπὸ τῆς Ῥοδίων περαίας ἐπὶ τὰ πρὸς Πισιδίαν μέρη συνεχής ἐστιν ἡ ὀρεινή, καλεῖται δὲ καὶ αὕτη Ταῦρος. δοκοῦσι δὲ αἱ Χελιδόνιαι κατὰ Κάνωβόν πως πίπτειν· τὸ δὲ δίαρμα λέγεται τετρακισχιλίων σταδίων. ἀπὸ δὲ τῆς Ἱερᾶς ἄκρας ἐπὶ τὴν Ὀλβίαν λείπονται στάδιοι τριακόσιοι ἑξήκοντα ἑπτά· ἐν τούτοις δʼ ἐστὶν ἥ τε Κράμβουσα καὶ Ὄλυμπος πόλις μεγάλη καὶ ὄρος ὁμώνυμον, ὃ καὶ Φοινικοῦς καλεῖται· εἶτα Κώρυκος ὁ αἰγιαλός.

εἶτα Φάσηλις τρεῖς ἔχουσα λιμένας, πόλις ἀξιόλογος καὶ λίμνη. ὑπέρκειται δʼ αὐτῆς τὰ Σόλυμα ὄρος καὶ Τερμησσὸς Πισιδικὴ πόλις, ἐπικειμένη τοῖς στενοῖς διʼ ὧν ὑπέρβασίς ἐστιν εἰς τὴν Μιλυάδα. καὶ ὁ

p.930
Ἀλέξανδρος διὰ τοῦτο ἐξεῖλεν αὐτὴν ἀνοῖξαι βουλόμενος τὰ στενά. περὶ Φασήλιδα δʼ ἐστὶ τὰ κατὰ θάλατταν στενά, διʼ ὧν Ἀλέξανδρος παρήγαγε τὴν στρατιάν. ἔστι δʼ ὄρος Κλῖμαξ καλούμενον, ἐπίκειται δὲ τῷ Παμφυλίῳ πελάγει, στενὴν ἀπολεῖπον πάροδον ἐπὶ τῷ αἰγιαλῷ ταῖς μὲν νηνεμίαις γυμνουμένην ὥστε εἶναι βάσιμον τοῖς ὁδεύουσι, πλημμύροντος δὲ τοῦ πελάγους ὑπὸ τῶν κυμάτων καλυπτομένην ἐπὶ πολύ· ἡ μὲν οὖν διὰ τοῦ ὄρους ὑπέρβασις περίοδον ἔχει καὶ προσάντης ἐστί, τῷ δʼ αἰγιαλῷ χρῶνται κατὰ τὰς εὐδίας. ὁ δὲ Ἀλέξανδρος εἰς χειμέριον ἐμπεσὼν καιρὸν καὶ τὸ πλέον ἐπιτρέπων τῇ τύχῃ πρὶν ἀνεῖναι τὸ κῦμα ὥρμησε, καὶ ὅλην τὴν ἡμέραν ἐν ὕδατι γενέσθαι τὴν πορείαν συνέβη μέχρι ὀμφαλοῦ βαπτιζομένων. ἔστι μὲν οὖν καὶ αὕτη ἡ πόλις Λυκιακὴ ἐπὶ τῶν ὅρων ἱδρυμένη τῶν πρὸς Παμφυλίαν, τοῦ δὲ κοινοῦ τῶν Λυκίων οὐ μετέχει, καθʼ αὑτὴν δὲ συνέστηκεν.

ὁ μὲν οὖν ποιητὴς ἑτέρους τῶν Λυκίων ποιεῖ τοὺς Σολύμους· ὑπὸ γὰρ τοῦ τῶν Λυκίων βασιλέως πεμφθεὶς ὁ Βελλεροφόντης ἐπὶ δεύτερον τοῦτον ἆθλον

  1. Σολύμοισι μαχέσσατο κυδαλίμοισιν.
[*](Hom. Il. 6.184) οἱ δὲ τοὺς Λυκίους πρότερον καλεῖσθαι Σολύμους φάσκοντες, ὕστερον δὲ Τερμίλας ἀπὸ τῶν ἐκ Κρήτης συγκατελθόντων τῷ Σαρπηδόνι, μετὰ δὲ ταῦτα Λυκίους ἀπὸ Λύκου τοῦ Πανδίονος, ὃν ἐκπεσόντα τῆς οἰκείας ἐδέξατο Σαρπηδὼν ἐπὶ μέρει τῆς ἀρχῆς, οὐχ ὁμολογούμενα λέγουσιν Ὁμήρῳ· βελτίους δʼ οἱ φάσκοντες λέγεσθαι Σολύμους ὑπὸ τοῦ ποιητοῦ τοὺς νῦν Μιλύας προσαγορευομένους, περὶ ὧν εἰρήκαμεν.