Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

μέχρι μὲν δεῦρο ἀφωρίσθω τὰ περὶ τῆς Φρυγίας ἐπανιόντες δὲ πάλιν ἐπὶ τὴν Προποντίδα καὶ τὴν ἐφεξῆς τῷ Αἰσήπῳ παραλίαν τὴν αὐτὴν τῆς περιοδείας τάξιν ἀποδώσομεν. ἔστι δὲ Τρῳὰς πρώτη τῆς παραλίας ταύτης, ἧς τὸ πολυθρύλητον καίπερ ἐν ἐρειπίοις καὶ ἐν ἐρημίᾳ λειπομένης ὅμως πολυλογίαν οὐ τὴν τυχοῦσαν παρέχει τῇ γραφῇ. πρὸς τοῦτο δὲ συγγνώμης δεῖ καὶ παρακλήσεως, ὅπως τὴν αἰτίαν τοῦ μήκους μὴ ἡμῖν μᾶλλον ἀνάπτωσιν οἱ ἐντυγχάνοντες ἢ τοῖς σφόδρα ποθοῦσι τὴν τῶν ἐνδόξων καὶ παλαιῶν γνῶσιν· προσλαμβάνει δὲ τῷ μήκει καὶ τὸ πλῆθος τῶν ἐποικησάντων τὴν χώραν Ἑλλήνων τε καὶ βαρβάρων, καὶ οἱ συγγραφεῖς οὐχὶ τὰ αὐτὰ γράφοντες περὶ τῶν αὐτῶν οὐδὲ σαφῶς πάντα· ὧν ἐν τοῖς πρώτοις ἐστὶν Ὅμηρος εἰκάζειν περὶ τῶν πλείστων παρέχων. δεῖ δὲ καὶ τὰ τούτου διαιτᾶν καὶ τὰ τῶν ἄλλων ὑπογράψαντας πρότερον ἐν κεφαλαίῳ τὴν τῶν τόπων φύσιν.