Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

λέγεται δέ τινα φῦλα Φρύγια οὐδαμοῦ δεικνύμενα, ὥσπερ οἱ Βερέκυντες. καὶ Ἀλκμὰν λέγει

  1. Φρύγιον ηὔλησε μέλος τὸ Κερβήσιον.
καὶ βόθυνός τις λέγεται Κερβήσιος ἔχων ὀλεθρίους ἀποφοράς· ἀλλʼ οὗτός γε δείκνυται, οἱ δʼ ἄνθρωποι οὐκέθʼ οὕτω λέγονται. Αἰσχύλος δὲ συγχεῖ ἐν τῇ Νιόβῃ· φησὶ γὰρ ἐκείνη μνησθήσεσθαι τῶν περὶ Τάνταλον
  1. οἷς ἐν Ἰδαίῳ πάγῳ
  2. Διὸς πατρῴου βωμός ἐστι
[*](Aesch. Fr. 162, 2 (Nauck)) καὶ πάλιν
  1. Σίπυλον Ἰδαίαν ἀνὰ χθόνα.
[*](Aesch. Fr. 163 (Nauck)) καὶ ὁ Τάνταλος λέγει
  1. σπείρω δʼ ἄρουραν δώδεχʼ ἡμερῶν ὁδόν,
  2. Βερέκυντα χῶρον, ἔνθʼ Ἀδραστείας ἕδος
  3. Ἴδη τε μυκηθμοῖσι καὶ βρυχήμασι
  4. βρέμουσι μήλων, πᾶν τʼ ἐρέχθειον πέδον.
[*](Aesch. Fr. 158, 2 (Nauck))