Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ὕλαν κραυγάξειν: ἐπὶ τῶν μάτην βοώντων ἡ παροιμία εἴρηται. Ἐπειδὴ τὸν Ὕλαν ἀφανῆ γενόμενον ὁ Ἡρακλῆς ἀποβὰς τῆς Ἀργοῦς καὶ μετὰ κραυγῆς πολλὰ ζητήσας οὐχ εὗρεν.

Ἱστορεῖται δὲ περὶ τοῦ Ὕλα, ὅτι ἡρπάγη παρὰ τῶν Νηρηΐδων διὰ κάλλος. Φασὶ γάρ τινες, καὶ τὸν Ἡρακλέα σύμπλουν γενέσθαι τῷ Ἰάσονι μετὰ καὶ τοῦ Ὕλα, διὰ δὲ τὴν τούτου ἀπώλειαν λυπηθέντα τὸν Ἡρακλέα εἰς Μυσίαν ἀπολειφθῆναι. Ἐκεῖσε γὰρ οἱ Ἀργοναῦται προσχόντες, τὸν Ὕλαν Ἡρακλέους ἐρώμενον πρὸς θήραν πέμπουσιν· ὁ δὲ διὰ κάλλος ὑπὸ Νηρηΐδων ἁρπαγεὶς ἀνεβόησε. Καὶ Πολύφημος ἀκούσας αὐτοῦ βοήσαντος, σπασάμενος τὸ ξίφος ἐδίωκεν, ὑπὸ λῃστῶν ἄγεσθαι νομίζων, καὶ δηλοῖ περὶ τούτου Ἡρακλεῖ· ζητήσαντος δὲ πολλὰ τὸν Ὕλαν Ἡρακλέους, καὶ μὴ ὑποστρέψαντος διὰ λύπην, ἐπεὶ τὸν ζητούμενον οὐχ εὗρεν, ἡ ναῦς ἀνήχθη. Καὶ Ἡρακλῆς πρὸς Ἄργος ὑπέστρεψεν.

Ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις: τοῦτο Δημητρίου τοῦ Ἀλικαρνασέως φασὶν εἶναι λέγοντος,

Οἶνός τοι χαριέντι πέλει ταχὺς ἵππος ἀοιδῷ· ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις.

Ὑπὲρ τὰ ἐσκαμμένα: Φάϋλλος ἐγένετο πένταθλος * Πόντιος, ὃς ἐδόκει μέγιστα δισκεύειν καὶ ἅλλεσθαι· ἐπειδὴ οὖν ὑπὲρ τοὺς ἐσκαμμένους πεντήκοντα πόδας εἰς τὸ στερεὸν ἥλατο, τὸ συμβὰν εἰς παροιμίαν περιέστη.

Ὕδωρ παραῤῥέει: αὕτη τάττεται ἐπὶ τῶν ἐκ παντὸς ἔργου ἐπαγγελλομένων καταπράξασθαι τὸ προκείμενον. Μετενήνεκται δὲ ἀπὸ τῶν ὑπὸ σπουδῆς εἰς ῥέοντα πλοῖα εἰςβαινόντων καὶ παραβαλλομένων τῷ κινδύνῳ. Μέμνηται αὐτῆς Κρατῖνος ἐν Δραπέτισιν.

Ὑπέρου περιτροπή; αὕτη τέτακται ἐπὶ τῶν πάντα ποιούντων καὶ μηδὲν περαινόντων. Μέμνηται αὐτῆς Φιλήμων ἐν Ἥρωσιν.

Ὕδραν τέμνεις: ἐπὶ τῶν ἀμηχάνων εἴρηται ἡ παροιμία· διὰ τὰς τῆς Ὕδρας κεφαλὰς, ἃς τέμνων ὁ Ἡρακλῆς οὐδὲν μᾶλλον ἐκράτει τῆς Ὕδρας, ἀναδιδούσης ἄλλας ἀντὶ τῶν κοπτομένων κεφαλάς.

Ἡ δὲ Ὕδρα θηρίον ἦν μέγιστον, ἐν τῇ Λέρνῃ τρεφόμενον, κεφαλὰς ἔχουσα ὀκτὼ, μίαν μέσην ἀθάνατον. Ταύτην κατ’ ἐπιταγὴν Εὐρυσθέως ὁ Ἡρακλῆς ἑκτεῖνεν. Ἅρματα γὰρ ἐπιβὰς, ἡνιοχοῦντος Ἰολάου, παρεγένετο εἰς Λέρνην, ὅπου ὁ φωλεὸς αὐτῆς ὑπῆρχε, καὶ βάλλων βέλεσιν ἠνάγκασεν αὐτὴν ἐξελθεῖν, καὶ κρατήσας τὰς κεφαλὰς ἀπέτεμνεν. Ἀλλ’ οὐδὲν ἀνύειν ἠδύνατο· μιᾶς γὰρ κοπτομένης, δύο ἀνεφύοντο. Προςκαλεσάμενος οὖν βοηθὸν τὸν Ἰόλαον, ἐπέταξεν αὐτῷ μέρος τι καταπρῆσαὶ τῆς ἐγγὺς ὕλης, καὶ τοῖς δαλοῖς ἐπικαίειν τοὺς τόπους τῶν τετμημένων κεφαλῶν, καὶ τοῦτον τὸν τρόπον Ἰολάου κωλύοντος τὰς ἀναφυομένας κεφαλὰς, Ἡρακλῆς περιγίνεται τὴν ἀθάνατον ἀποκόψας, τὸ σῶμα δὲ τῆς Ὕδρας ἀνασχίσας, καὶ τῇ χολῇ ταύτης τοὺς ὀϊστοὺς βάψας, θανατηφόρους εἰργάσατο.

Ὑγιέστερος κρότωνος: ἐπὶ τῶν πάνυ ὑγιαινόντων ἡ παροιμία, ἀπὸ τοῦ ζώου τοῦ κρότωνος. Λεῖον γάρ ἐστιν ὅλον, καὶ χωρὶς ἀμυχῆς, καὶ μηδὲν ἔχων σίνος. Μέμνηται τούτου Μένανδρος ἐν Λοκροῖς.

Ὑπὲρ ὄνου σκιᾶς: μέμνηται ταύτης ἐν τῷ Ἔγχειριδίῳ Μένανδρος.

Λέγουσι δὲ ὅτι Δημοσθένης ὁ ῥήτωρ ἀπολογούμενος ὑπέρ τινος κινδυνεύοντος, οὐκ ἀνεχομένων τῶν δικαστῶν, εἶπεν· Ἀκούσατε, ὦ ἄνδρες, διηγήματος τερπνοῦ· Νεανίσκος ποτὲ ὄνον ἐμισθώσατο Ἀθήνηθεν Μέγαράδε· μεσημβρίας δὲ καταλαβούσης, καταλύσας τὸν γόμον, ὑπῆλθε τὴν σκιὰν τοῦ ὄνου. Ἐκβαλλόμενος δέ ὑπὸ τοῦ ὀνηλάτου, πρὸς βίαν διεφέρετο, μεμισθῶσθαι καὶ τὴν σκιὰν λέγων· ἀντιλέγοντος δὲ τοῦ ὀνηλάτου καὶ φάσκοντος τὸν ὄνον μεμισθωκέναι, εἰς δικαστήριον εἰςῆλθον ἀμφότεροι. Εἰπὼν δὲ ταῦτα ὁ Δημοσθένης κατέβαινεν ἐκ τοῦ βήματος. Ἀξιούντων δὲ τῶν δικαστῶν τῆς δίκης τὸ τέλος μαθεῖν, εἶπεν ἀναβὰς πάλιν ἐπὶ τοῦ βήματος· Ὑπὲρ μὲν ὄνου σκιᾶς ἀκούειν, ὦ ἄνδρες, ἐπιθυμεῖτε· ἀνθρώπου δὲ κινδυνεύοντος ὑπὲρ ψυχῆς οὐδὲ τῆς φωνῆς ἀνέχεσθε;

Ἄλλοι δὲ λέγουσιν, ὅτι Ἀθήνηθεν εἰς Δελφοὺς τὸν ὄνον ἐμισθώσατο. Ὅθεν, φασὶ, καὶ αὐτὸς ὁ Δημοσθένης περὶ τῆς ἐν Δελφοῖς σκιᾶς φησὶ, καὶ ὁ Πλάτων δὲ, καὶ ἄλλοι πολλοί. Καὶ Ἀρχίππῳ δὲ κωμῳδία γέγονεν, Ὄνου σκιά. Τάττεται δὲ ἐπὶ τῶν περὶ μηδενὸς χρησίμου φιλοτιμουμένων.

Ὑπὲρ τὰ Καλλικράτους: Κλέαρχός φησιν, ὅτι Καλλικράτης τις ἐγένετο ἐν Καρύστῳ πλουσιώτατος. Εἴ ποτε ἐθαύμαζόν τινα οἱ Καρύστιοι ἐπὶ πλούτῳ ὑπερβολικῷ, ἔλεγον, Ὑπὲρ τὰ Καλλικράτους. Ἀριστοτέλης δέ φησιν ἐν τῇ Ἀθηναίων πολιτείᾳ, Καλλικράτην

τινὰ πρῶτον τῶν δικαστῶν τοὺς μισθοὺς εἰς ὑπερβολὴν αὐξῆσαι· ὅθεν καὶ τὴν παροιμίαν εἰρῆσθαι.

Ὑπερβερεταῖα: ἐπὶ τῶν ὑπερχρονίων εἴρηται. Παρὰ γὰρ Μακεδόσιν ὁ τελευταῖος μὴν τοῦ ἐνιαυτοῦ Ὑπερβερεταῖος ἀνεγράφη.

Φόνου πτερόν: τὸν διὰ τῶν ὀϊστῶν, πτερόεντα ἢ ταχύν. Βέλτιον δὲ ἀκούειν περιφραστικῶς τὸν φόνον.

Φρουρεῖν ἢ πλουτεῖν: ἐπὶ τῶν ἀναλισκόντων ἐκ τῶν ἀλλοτρίων ἡ παροιμία εἴρηται. Ἀθηναῖοι γὰρ φρουραῖς διαλαβόντες τοὺς νησιώτας, μισθοὺς ἔταξαν μεγάλους τοῖς φυλάττουσιν ὑπ’ αὐτῶν χορηγεῖσθαι τῶν νησιωτῶν.

Φρουρῆσαι ἐν Ναυπάκτῳ: Φιλίππου Ναύπακτον ἑλόντος Ἀχαιοὶ τοὺς φρουροὺς ἀπέσφαξαν καὶ Παυσανίαν τὸν ἄρχοντα τῆς φρουρᾶς ἀπέκτειναν, ὥς φησι Θεόπομπος.

Φιλίππου Ἀλεκτρυών: αὕτη τάττεται ἐπὶ τῶν ἐν μικροῖς κατορθώμασιν ἀλαζονευομένων. Ἀλεκτρυὼν γάρ τις ἐγένετο Φιλίππου στρατηγὸς, ὃν ἀπέκτεινεν, ὥς φασι, Χάρης ὁ Ἀθηναῖος. Μέμνηται δὲ αὐτοῦ Ἡρακλείδης ὁ κωμικὸς, καὶ Ἀντιφάνης.

Φωκαέων ἀρά: οἱ Φωκαεῖς ποτὲ τῆς αὑτῶν

ἐκπεσόντες ἐπηράσαντο μηδέποτε κατελθεῖν εἰς αὐτήν. Μέμνηται ταύτης Ἡρόδοτος ἐν τῇ πρώτῃ.

Φασηλιτῶν θῦμα: ἐπὶ τῶν εὐτελῶν καὶ ἀναίμων λέγεται. Φασὶ γὰρ τοὺς Φασηλίτας ταρίχους τοῖς θεοῖς θύειν.

Φώκου ἔρανος: αὕτη λέγεται κατὰ τῶν εὐωχίας συναγόντων ἐπὶ τῷ ἑαυτῶν κακῷ. Φῶκος γάρ τις θυγατέρα ἔχων ἐπίγαμον, πολλῶν αὐτὴν μνηστευομένων, ἐράνους συνῆγε, καὶ ἑστιῶν τοὺς μνηστῆρας ἀνεβάλλετο τὸν γάμον. Ὀργισθέντες οὖν ἐκεῖνοι ἐν τῷ συμποσίῳ ἀπέκτειναν τὸν Φῶκον.

Χαλεπὰ τὰ καλά: παροιμία, ἧς μέμνηται καὶ Πλάτων. Ἐλέχθη δὲ ἐντεῦθεν· Περίανδρον τὸν Κορίνθιον κατ’ ἀρχὰς μὲν εἶναι δημοτικὸν, ὕστερον δὲ τὴν προαίρεσιν μεταβαλεῖν καὶ τυραννικὸν ἀπὸ δημοτικοῦ γενέσθαι· καὶ ταῦτα Πιττακὸν πυθόμενον τὸν Μιτυληναῖον καὶ δείσαντα περὶ τῆς ἑαυτοῦ γνώμης, φυγεῖν τότε τυραννοῦντα Μιτυληναίων. Ἀλλὰ πυνθανομένων δι’ ἣν αἰτίαν ἀφίστατο τῆς ἐξουσίας, εἰπεῖν τὸν Πιττακὸν, Ὡς ἄρα χαλεπὸν ἐσθλὸν ἔμμεναι· νομίσαντα διὰ τὰ συμβάντα τῷ Περιάνδρῳ δυςχερέστατον εἶναι τηρῆσαι τὴν ἑαυτοῦ γνώμην. Σόλωνα δὲ ταῦτα πυνθανόμενον εἰπεῖν, Χαλεπὰ τὰ καλά· καὶ ἐντεῦθεν εἰς παροιμίαν ἐλθεῖν. Ἄλλοι δὲ τὸ Χαλεπὸν ἀκούουσιν ἐπὶ τοῦ ἀδυνάτου. Ἀδύνατον οὖν εἶναι ἐφ’ ἅπαντα ἀγαθόν.

Χαραδραῖος λέων: ὁ παρὰ ταῖς Χaράδραις, εἰ μὴ ἄρα τὸν Θεσπιακὸν λέγει, ὃν πρῶτον ἀνεῖλεν Ἡρακλῆς ἐν Θεσπιαῖς. Χαράδρα δὲ καλεῖται ὁ τόπος.

Χάραξ τὴν ἄμπελον: παροιμία, ὅταν ὑπὸ τοῦ σώζοντος τὸ σωζόμενον πάθῃ. Ἀναγράφει δὲ αὐτὴν κακῶς Ἀριστοφάνης,

Ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον.