Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Χαρώνιος θύρα: μία τοῦ νομοφυλακίου θύρα, δι’ ἧς οἱ κατάδικοι τὴν ἐπὶ θανάτου ἐξάγονται.

Χαῖρε φίλον φῶς: γραῦς θέλουσα ἀκολασταίνειν γυμνὴ, ἵνα μὴ τὴν ῥάκωσιν τοῦ σώματος ἐλέγξῃ, τὸν λύχνον ἀποσβέσασα εἶπε, Χαῖρε φίλον φῶς.

Χρήματα χρήματ’ ἀνήρ: αὕτη ἀποφθεγματικὴ ἐστὶν, ὡς τὰ παραγγέλματα τῶν ἑπτὰ σοφῶν. Μέμνηται αὐτῆς Πίνδαρος. Ἀλκαῖος δὲ ὁ ποιητὴς ὑπὸ Ἀριστοδήμου τοῦ Λακεδαιμονίου εἰρῆσθαι ταύτην φησίν.

Χειροβρῶτι δεσμῷ: τοῖς πυκτικοῖς ἱμᾶσι. Διὰ

τὸ τὰς σάρκας διακόπτειν καὶ ἀναλίσκειν. Βέλτιον δὲ τὸν δεσμὸν ἀκούειν, τὸν ἀποβιβρώσκοντα τὼ χεῖρε. Ἐδεήθη γὰρ ἔν τινι πετραίῳ Στησίχορος εὐναρχεῖν τῶν ἐπὶ Πελίᾳ ἄθλων.

Χθόνια λουτρά: τὰ τοῖς νεκροῖς ἐπιφερόμενα. Ἐκομίζετο γὰρ ἐπὶ τοὺς τάφους λουτρά.

Χειρώνειον ἕλκος: τὸ ἀπὸ πολλῆς στάσεως ἐν τοῖς ποσὶ γινόμενον τραῦμα, καὶ διηνεκῶς ἰχῶρας ἐκκρίνον. Τοξευθεὶς γὰρ ὑπὸ Ἡρακλέους ὁ Χείρων, μάχην πρὸς Κενταύρους ἐνστησαμένου, ἀνίατον ἔσχεν ἕλκος περὶ τὸν πόδα· δι’ οὑ καὶ ἀπέθανεν. Ὅθεν ἡ παροιμία ἐπὶ τῶν ἀνιάτων προήχθη τραυμάτων.

Χρυσὸς ὁ Κολοφώνιος: μέμνηται ταύτης Ἀριστοφάνης ἐν Κωκάλῳ. Εἴρηται δὲ, παρόσον οἱ Κολοφώνιοι τὸν κάλλιστον χρυσὸν ἐργάζεσθαι νομίζονται. Καὶ Ἡρόδοτος δὲ Κολοφώνιον καλεῖ τὸν ἄριστον χρυσόν.

Χαμαὶ ἀντλεῖς, Πλίνθον πλύνεις, Φακὸν κόπτεις: αὗται πᾶσαι ἐπὶ τῶν τοῖς ἀδυνάτοις ἐπιχειρούντων εἴρηνται.

Ψώρα Ἡράκλειος: ἡ τῶν Ἡρακλείων λουτρῶν δεομένη πρὸς θεραπείαν. Ἡ γὰρ Ἀθηνᾶ τῷ Ἡρακλεῖ ἀνῆκε πολλαχοῦ θερμὰ λουτρὰ πρὸς ἀνάπαυλαν τῶν πόνων, ὡς φησὶ καὶ Πείσανδρος ὁ ποιητὴς ἐν τοῖς περὶ Ἡρακλέους.

Ὥςπερ Χαλκιδικὴ τέτοκεν ἡμῖν ἡ γυνή: ταύτης Πολύζηλος μέμνηται ἐν Μουσῶν γοναῖς, ἐπί τινος πολλὰς θυγατέρας ἀπογεννώσης· ἐπειδὴ Χαλκίδα τῆς Εὐβοίας πόλιν φασὶ ποτὲ ἀνθῆσαι δόρασί τε καὶ πλήθει τετρώρων ἁρμάτων. Οἱ δὲ φασὶν οὐ τὴν πόλιν, ἀλλὰ τὴν ἡρωΐδα Χαλκίδα εἰρῆσθαι. Κόμβην γὰρ φασὶ, τὴν ἐπικληθεῖσαν Χαλκίδα, ἐπειδὴ ὅπλα χαλκᾷ ἐποιήσατο, πρώτην συνοικήσασαν ἀνδρὶ ἑκατὸν παίδων γενέσθαι μητέρα, ὡς ἱστοροῦσιν οἱ τὰ Εὐβοϊκὰ συγγράψαντες καὶ Ἄριστος ὁ Σαλαμίνιος.

Ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος: ταύτης μέμνηται Μένανδρος ἐν Ὀλυνθίᾳ.

Ὡς τὴν ἐν Ἄργει ἀσπίδα καθελὼν σεμνύνεται: οἱ μὲν ἱερὰν φασὶν εἶναι ἐν Ἄργει ἀσπίδα καθηλουμένην ὀχυρὰν καὶ δυςκαθαίρετον. Οἱ δὲ λόχον φασὶν εἶναι ἐν Ἄργει τῶν πάνυ ἀκμαζόντων νεανίσκων, ὃν Ἀσπίδα καλεῖσθαι.