Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Θεῶν ἀγορά: ἐπὶ τῶν χρησίμων καὶ δικαίων.

Θυννίζειν: ἀντὶ τοῦ κεντᾶν. Τριαίναις γὰρ τοὺς θύννους κεντῶσιν. Ἐξ οὗ καὶ Λουκιανὸς, θυννῶδες τὸ ἐνθύμημα, ἀντὶ τοῦ, ἀπότομον καὶ σκληρόν.

Θύραζε Κᾶρες, οὐκ ἔτ’ Ἀνθεστήρια: διὰ πλῆθος οἰκετῶν, ** ὡς ἐν τοῖς Ἀνθεστηρίοις εὐωχουμένων καὶ αὐτῶν.

Θεὸς ἡ Ἀναίδεια: ἐπὶ τῶν τῇ ἀναισχυντίᾳ ὠφελουμένων.

Θρᾷκες ὅρκια οὐκ ἐπίστανται: ἐπὶ τῶν ἀνόμων.

Ἰλιὰς κακῶν: ἐπὶ τῶν μεγάλων κακῶν,

Ἵππῳ γηράσκοντι τὰ μείονα κύκλ’ ἐπίβαλλε: ἐπὶ τῶν διὰ γῆρας δεομένων ῥᾳστώνης.

Ἱππέας εἰς πεδίον: φανερόν.

Ἱερὰ ἄγκυρα: δήλη ἡ παροιμία.

Ἵνα δέος, ἔνθα καὶ αἰδώς:

Ἵππος με φέρει, βασιλεύς με τρέφει: Κοῤῥαῖόν φασιν ὑπὸ Φιλίππου στρατευόμενον ἱππέα, τῆς μητρὸς δεομένης αἰτήσασθαι ἄφεσιν τῆς στρατείας, εἰπεῖν τοῦτο,

Ἱππόλυτον μιμήσομαι: ἐπὶ τῶν σωφρονεῖν βουλομένων.

Ἰχθὺν νήχεσθαι διδάσκεις: ὁμοία τῇ, Δελφῖνι κολυμβᾶν συμβουλεύῃ.

Καδμεία νίκη: ἐπὶ τῶν ἀλυσιτελῶς νικώντων, ὧν ἡ ἱστορία δήλη.

Κύρνια γῆ: ἐπὶ τῶν χωρῶν τῶν λῃστὰς ἐχουσῶν. Τοιαύτη γὰρ ἡ Κύρνος πρώην.

Κόρχορος ἐν λαχάνοις: ἐπὶ τῶν εὐτελῶν μὲν

ὄντων, μεγάλοις δὲ παραβαλλόντων ἑαυτούς· εἶδος γάρ ἐστι βοτάνης ὁ κόρχορος εὐτελοῦς.

Καλαμαράδικος γάδαρος: ἐπὶ τῶν μεγάλων· τοιοῦτοι γὰρ οἱ ἐκεῖ ὄνοι.

Κύκνειον ᾆσμα: ἐπὶ τῶν ἐγγὺς θανάτου ὄντων, καὶ τὰ τελευταῖα φθεγγομένων. Οἱ κύκνοι γὰρ ἀποθνήσκοντες ᾄδουσι.

Κοινὸς Ἑρμῆς: οἷον, κοινὸν τὸ εὕρημα. Κλεπτίστατος ὢν ὁ Ἑρμῆς, κατέδειξε κοινὰ εἶναι τὰ φώρια.

Κακοῦ κόρακος κακὸν ὠὸν ἔφυ: ἐπὶ τῶν ἐκ κακῶν γονέων ὄντων.