Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἢ δεῖ χελώνης κρέα φαγεῖν, ἢ μὴ φαγεῖν: τῆς χελώνης μὲν ὀλίγα κρέα βρωθέντα στρόφους ποιεῖ· πολλὰ δὲ, καθαίρει.

Ἡρακλεία λίθος: ταύτην ἔνιοι μαγνῆτιν λέγουσιν. Ἔστι δὲ ἑτέρα παραπλησία ἀργύρῳ.

Ἦσάν ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι: ἐπὶ τῶν ποτὲ εὖ, εἶθ’ ἑτέρως γεγονότων. Ὁμοία, Ἄμμες ποτ’ ἦμες.

Ἢ τρὶς ἓξ, ἢ τρεῖς κύβοι: ἐπὶ τῶν κινδυνευόντων. Τὸ μὲν, τρὶς ἓξ, τὴν παντελῆ νίκην δηλοῖ· τὸ δὲ, τρεῖς κύβοι, τὴν ἧτταν. Πάλαι γὰρ τρισὶν ἐχρῶντο πρὸς τὰς παιδιὰς κύβοις.

Ἡ Φανίου θύρα: ἐπὶ τῶν ἀνοήτως φυλαττόντων. Οὗτος γὰρ ὁ Φάνιος τυφλὸς ἦν· ὑπανοίγοντος οὖν τοῦ παιδὸς τὴν θύραν, αὐτὸς οὐδὲν ἑώρα.

Ἡ Περγαία Ἄρτεμις: ἐπὶ τῶν πλανητῶν καὶ ἀγυρτῶν. Παρόσον ἡ θεὸς ἀγείρειν καὶ πλανᾶσθαι λέγεται.

Ἡράκλειος ψώρα: ἡ δυςίατος, ἡ καὶ τῶν Ἡρακλείων λουτρῶν δεομένη πρὸς θεραπείαν. Τῷ γὰρ Ἡρακλεῖ πολλαχοῦ ἀνῆκε θερμὰ λουτρὰ ἡ Ἀθηνᾶ.

Ἡρακλεία νόσος: ἡ ἱερά. Εἰς ταύτην γὰρ περιέπεσεν Ἡρακλῆς.

Ἤτοι τέθνηκεν ἢ διδάσκει γράμματα: τῶν εἰς Σικελίαν στρατευσάντων οἱ μὲν ἐλήφθησαν αἰχμάλωτοι, οἱ δ’ ἀπώλοντο. Οἱ οὖν διαφυγόντες ἔλεγον τοῦτο.

Ἢ κρίνον, ἢ κολοκύντην: τὸ τῆς κολοκύντης ἄνθος καλεῖται κρίνον. Ἔταττον· οὖν τὸ μὲν κρίνον ἐπὶ τοῦ τεθνηκότος, τὴν δὲ κολοκύντην ἐπὶ τοῦ ὑγιοῦς.

Ἡ ἀπὸ Σκυθῶν ῥῆσις: ἐπὶ τῶν οἰμώζειν τινὰ λεγόντων. Τοῦτο γὰρ πρὸς Δαρεῖον τὸν Πέρσην ἀπεκρίναντο

οἱ Σκύθαι. Ὁμοία τῇ, εἰ μὴ πατὴρ ἦσθα. Ἄιδεις ἔχων.

Ἡλιθιώτερος τῆς Πραξίλλης: αὕτη γὰρ ἐρω τωμένη τί κάλλιστον, Ἥλιος, ἔφη, καὶ σῦκα. Ὁμοία τῇ, Ἀνοητότερος Ἰβύκου, καὶ Κοροίβου, καὶ Μελιτίδου.

Ἢ χρὴ τραγῳδεῖν πάντας, ἢ μελαγχολᾶν: ἐπὶ τῶν μήτε λυπεῖσθαι μήτε χαίρειν δυναμένων.

Ἡ Συλοσῶντος χλαμύς: ἐπὶ τῶν ἀλαζονευομένων ἐπὶ ἐσθῆτι. Οὗτος γὰρ εἶχε χλαμύδα, ἣν Δαρείῳ ἰδιωτεύοντι δωρησάμενος ἔτυχε τῆς εἰς Σάμον καθόδου.

Ἡ κέρκος τῇ ἀλώπεκι μαρτυρεῖ: ἐπὶ τῶν δεικνυόντων ἀπὸ μικρᾶς πράξεως τὸ ἦθος· ὁμοία, Ἐκ τοῦ κρασπέδου τὸ πᾶν ὕφασμα· Ἐκ γεύματος γινώσκεις· Τὸν Αἰθίοπα ἐκ τῆς ὄψεως· Ἐκ τῶν ὀνύχων τὸν λέοντα· Ἐκ τοῦ καρποῦ τὸ δένδρον.

Ἥλιξ ἥλικα τέρπει: ὁμοία τῇ, Ὡς αἰεὶ τὸν ὅμοιον ἄγει· θεὸς ὡς τὸν ὅμοιον· Ἥλῳ τὸν ἦλον, καὶ, Πάτταλον ἐξέκρουσας παττάλῳ: ἀντὶ τοῦ, ἁμαρτήματι τὸ ἁμάρτημα θεραπεύεις.

Ἢν μὴ καθαρῇς κἀλέσῃς, οὐ μὴ φάγῃς: ἐπὶ τῶν σὺν μόχθῳ τὴν ἀναγκαίαν ποριζομένων τροφήν. Εἶπε δὲ Δήμητρα πρὸς Τριπτόλεμον.

Ἡμεῖς δέκα Ῥόδιοι, δέκα νῆες: ἐπὶ τῶν ἀλαζονευομένων.

Θάμυρις μαίνεται: ἐπὶ τῶν κατὰ σύνεσιν πραττόντων τι, δοκούντων δὲ μαίνεσθαι. Προεγράφη ἡ ἱστορία εἰς τὸν Ἄμυριν.

Θετταλικὰ πτερά: ἐπὶ τῶν παραχρῆμα ἐσθῆτας

ἐνειμένων. Αἱ γὰρ Θετταλικαὶ ἐσθῆτες πτερωταὶ ἦσαν,