Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἐκ τριχὸς κρέμαται: ἐπὶ τῶν σφόδρα κινδυνευόντων. Ταὐτὸ δέ ἐστι τῷ, Ἐπὶ ξυροῦ βαίνειν.

Ἐκ λύκου στόματος ἀφείλω: ἐπὶ τῶν ἀνελπίστως [τι] λαμβανόντων.

Ἐλέφαντος διαφέρεις οὐδέν: ἐπὶ τῶν ἀναι σθήτων.

Ἐν πίθῳ τὴν κεραμείαν μανθάνεις: ἐπὶ τῶν τὰς πρώτας μαθήσεις ὑπερβαινόντων, μανθανόντων δὲ τὰ μείζονα.

Ἐλέφας μῦν οὐχ ἁλίσκει: ἐπὶ τῶν τὰ μικρὰ ἢ φαῦλα παρορώντων.

Ἐλέφαντας ἐκ μυίας ποιεῖς: ἐπὶ τῶν τὰ μικρὰ ἐπαιρόντων τῷ λόγῳ.

Ἐλεύθεραι αἶγες ἀρότρου: ἐπὶ τῶν βάρους ἀπηλλαγμένων.

Ἔνεστι κἀν μύρμηκι χολή: μηδὲ τῶν μικρῶν καταφρονεῖν. Ὁμοία τῇ, Ἀγροίκου μὴ καταφρόνει ῥήτορυς.

Ἐκ τοῦ γὰρ ἐςορᾶν γίνετ’ ἀνθρώποις ἐρᾶν: δῆλον.

Ἐν σκότῳ ὀρχεῖσθαι: ἐπὶ τῶν ἀμάρτυρα μοχθούντων.

Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις: ἐπὶ τῶν μὴ καθ’ ὥραν τοῖς ἀναγκαίοις χρωμένων.

Ἐν πυρὶ βέβηκας: ἢ ἐπὶ αἰσχίστου, ἢ ἐπὶ τάχους.

Ἐν μέλιτι σαυτὸν καταπάττει: ἐπὶ τῶν ἡδυπαθεῖν διωκόντων.

Ἐνδύετέ με τὴν λεοντῆν: ἐπὶ τῶν μεγάλοις ἐπιχειρούντων.

Ἐν δὲ διχοστασίῃ καὶ Ἀνδροκλῆς πολεμαρχεῖ: ἐπὶ τῶν εὐτελῶν μὲν, διὰ δέ τινα ταραχὴν εὐδοκιμούντων. Ὅμοιον, Ἐν γὰρ ἀμηχάνοις καὶ Καρκίνος ἔμμορε τιμῆς. Αἰπόλει σοί φησιν ἡ παροιμία.

Ἐν ἀμούσοις καὶ κόρυδος φθέγγεται:

Ἐρετριέων ῥῶ: ἐπὶ τῶν κατακόρως τισὶ χρωμένων. Κατακόρως γὰρ οὗτοι χρῶνται τῷ ῥῶ.

Ἐν Σάμῳ κομήτης: ἐπὶ τῶν οὐδὲν χάριεν λεγόντων. Οἱ γὰρ οἰκοῦντες ἐκεῖσε πρὸς χοροὺς ἐπιτήδειοι, οὐ πρὸς ἄλλο τι χρήσιμον.

Ἐν τριόδῳ εἰμί: ἐπὶ τῶν ἀδήλων. Οὐκ εἰδὼς ὁποίᾳ ὁδῷ χρήσομαι.

Ἐπακτὸς ὅρκος: ὃν ἕτερος ἐπάγει. Οἷον βίαιος, οὐκ αὐθαίρετος.