Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Δῶρα θεοὺς πείθει, καὶ αἰδοίους βασιλῆας: ἐπὶ τῶν διὰ δῶρα τὰς δίκας ἀντιστρεφόντων.

Δίκης δικαιότερος: ἐπὶ τῶν σφόδρα δικαίων· καθ’ ὑπερβολήν.

Δοῖδυξ αὔξει: ἐπὶ τῶν μὴ αὐξανομένων. Ὁ γὰρ δοῖδυξ μικρός ἐστι καὶ στρογγύλος.

Διὸς ἐγκέφαλος: ἐπὶ τῶν δυςπαθούντων. Οἱ δὲ ὅτι τὰ πολυτελῇ βρώματα παρὰ Πέρσαις Διὸς ἐγκέφαλος λέγονται.

Δαιδάλου πτερά: ἐπὶ τῶν δι’ ἀπορίαν χρωμένων προςθήκῃ παρελκούσῃ.

Δελφὸς ἀνὴρ στέφανον μὲν ἔχει, δίψει δ’ ἀπολωλώς: οὗτοι γὰρ διὰ τὸ ἱερῶσθαι ἐστεφανωμένοι μέν εἰσι, δίψει δ’ ἀπόλλυνται. Ἀντὶ τοῦ, τῶν δὲ ἀναγκαίων ἀποροῦσι.

Δέχεται καὶ βῶλον Ἀλήτης: ἐπὶ τῶν πάντα δεχομένων. Ἀλήτην γάρ φασί τινα βουκόλῳ συναντήσαντα αἰτῆσαι τροφὴν, ἄραντα δ’ ἐκεῖνον βῶλον δοῦναι αὐτῷ ὡς τοῦ Διὸς ὄντα· τὸν δὲ τοῦτο εἰπεῖν.

Δικαιότερος σταχάνης: ἐπὶ τῶν τὰ δίκαια ἀγαπώντων. Σταχάνην γὰρ οἱ Δωριεῖς τὴν τρυτάνην καλοῦσι παρὰ τὴν στάσιν.

Δικτύῳ ἄνεμον θηρᾷς: ἐπὶ τῶν ἀνοήτως τι ποιούντων.

Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι: ἐπὶ τῶν διὰ λύπην ἢ νόσον ἰσχνῶν γινομένων.

Διὰ τοῦ τοίχου λαλεῖν: ἐπὶ τῶν ἀναισθήτων.

Δίχολοι γνῶμαι: οἱονεὶ δίτροποι, Ἐπὶ τῶν διγνώμων.

Δελφῖνα νήχεσθαι διδάσκεις: ἐπὶ τῶν ἄκρως εἴς τι πεπαιδευμένων καὶ προςποιουμένων παρά τινων μανθάνειν.

Δέδοται καὶ κακοῖς ἄγρα: ἐπὶ τῶν παρ’ ἀξίαν εὗ πραττόντων.

Δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι: ἐπὶ τῶν σφόδρα κακούργων. Τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι.

Διὸς ψῆφος: ἐπὶ τῶν ἱερῶν καὶ ἀθίκτων· ἢ ἐπὶ τῶν πιθανῶν.

Δελφῖνα πρὸς τοὐραῖον δεῖς: ἐπὶ τῶν ἀδυνάτων. Εὐκίνητος γάρ.

Διὰ παλαιᾶς ἡμέρας: ὥσπερ διὰ χρόνου.

Δίζεσθαι βιοτὴν, ἀρετὴν δ’ ὅταν ᾖ βίος:

Ἐνδυμίωνος ὕπνον καθεύδεις: ἐπὶ τῶν ὑπνωδῶν· ἔν τινι γὰρ πόλει ἠράσθη ὁ Ὕπνος παιδὸς Ἐνδυμίωνος.