Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἀσεβέστερος Ἱππομένους: διὰ τὸ ἐπὶ θυγατρὶ μύσος. Καὶ γὰρ αὐτὴν μοιχευθεῖσαν ἵππῳ συγκατέκλεισεν εἰς θοίνην. Διὰ τοῦτο καὶ τὴν Κοδριδῶν ἀρχήν φασι καταλυθῆναι, ἐξ ὧν ἦν ἐκεῖνος.

Ἀρχαιότερα τῆς διφθέρας λέγεις: ἐπὶ τῶν σαθρά τινα καὶ μωρὰ διηγουμένων. Ἡ γὰρ διφθέρα, ἐν ᾗ δοκεῖ ὁ Ζεὺς ἀπογράφεσθαι τὰ γινόμενα, παμπάλαιος.

Ἀσκὸν δαίρεις: ἐπὶ τῶν ἀνοήτως τι ποιούντων.

Ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον·

Φύντα δ’· ὅπως ὤκιστα πύλας Ἀΐδαο περῆσαι: ἐπὶ τῶν δυςτυχῶς βιούντων.

Ἀρχὴ πολέμων: ἐπὶ τῶν ἀδικεῖν ἐπχειρούντων.

Ἀργούντων χορός: ἐπὶ τῶν ἄτοπά τινα δια πραττομένων.

Ἀστραπὴ ἐκ πυελίου: ἐπὶ τῶν ἀδυνάτων καὶ εὐτελῶν, Ἡ γὰρ ἐξ ὑδάτων ἢ ἀγγείων ἀστραπὴ ἐν τοῖς τοίχοις γινομένῃ οὐδὲν δύναται.

Ἀτενὲς ὁρᾷς: ἐπὶ τῶν φιληδούντων τισίν. Ὥςπερ, Αἲξ εἰς θάλασσαν.

Ἀτρέμας βοῦς: ἐπὶ τῶν βραδέως συντελούντων.

Ἀργους λόφος: ἐπὶ τῶν σφόδρα συμφοραῖς ἑνισχομένων. Φόνος γὰρ πολὺς ἐκεῖ συνέβη.

Ἀττικὸς μάρτυς· ἐπὶ τοῦ πιστοτάτου καὶ ἀλη θεστάτου.

Ἀττικὸς ὑπέχει τὴν χεῖρα ἀποθνήσκων: ἐπὶ τῶν φιλαργύρων. Φιλοκερδεῖς γὰρ οἱ Ἀθηναῖοι.

Ἀτὰρ ἐκ καθαρῶν ἀχύρων τετρύγηκᾶς σῖ τον: ἐπὶ τῶν μηδενὸς ἀγαθοῦ μεταλαγχανόντων.

Αὐλητοῦ βίον ζῇς: ἐπὶ τῶν ἐξ ἀλλοπρίων βιούντων.

Αὐτόματα ὁ θεὸς ἀνίησι τὰ ἀγαθά: ἐπὶ τῶν ἀπραγμόνως εὐδαιμονούντων.

Αὐτὸς αὑτὸν αὐλεῖ: ἐπὶ τῶν ἑαυτοὺς δεικνυόντων τοῖς πράγμασιν, ὁποῖοι εἰσίν.

Αὑτὸν οὐ τρέφων, κύνας τρέφεις: ἐπὶ τῶν ἀπορούντων μὲν, ἑτέρους δὲ τρέφειν κατεπαγγελλομένων.

Αὐτὸς γὰρ εὗρε τοῦ κακοῦ τὴν πιτύαν: οἱονεὶ τὴν πηγήν. Ἐπὶ τῶν ἑαυτοῖς κακὰ ἐπισπωμένων.

Αὐτὸς ἔφα: ἐπὶ τῶν ἀναφερόντων ἃ λέγουσιν ἐπί τινας.

Αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὅλυμπον ἔχουσιν: ἐπὶ τῶν ἀμοιβῆς τυγχανόντων ὧν πράττουσιν.