Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)
Diogenianus of Heraclea
Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.
Ἄκων μὲν, ὡς Ζεὺς οἶδεν: ἐπὶ τῶν ἀκόντων ὑπισχνουμένων τι.
Ἀπὸ γραμμῆς αὐτῆς: ἐκ μεταφορᾶς τῶν τρε χόντων.
Ἀπὸ χοέως σπάσον: παρόσον οἱ μεθύοντες ἀληθεύουσιν.
Ἀπὸ μηχανῆς θεὸς ἐπιφανείς: ἐπὶ τῶν ἀπροςδοκήτως ἐπ’ ὠφελείᾳ τινὶ ἀναφαινομένων. Ἐν γὰρ· ταῖς τραγῳδίαις θεοὶ ἐξ ἀφανοῦς ἐπὶ τῆς σκηνῆς ἐφαίνοντο.
Ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ: ἐπὶ τῶν τῇ ἀληθείᾳ χρωμένων,
Ἀπόλογος Ἀλκινόου: ἐπὶ τῶν φλυάρων καὶ μακροὺς ἀποτεινόντων λόγους.
Ἅπας ἐχῖνος τραχύς: ἐπὶ τῶν δυςκόλων, καὶ δυςτρόπων· ἐξαιρέτως χρειῶδες ἐπὶ τῶν κακωτικῶν ἢ εὐνούχων.
Ἅπερ οἱ γῦπες: ἐπὶ τῶν διὰ κληρονομίαν ἢ ὅλως διὰ κέρδος οἱονοῦν παρεδρενόντων τισίν. Οἱ γὰρ γῦπες τοῖς θνησιμαίοις παρεδρεύουσιν.
Ἀποῤῥαγήσεται τεινόμενον τὸ καλώδιον: ἐπὶ τῶν βίᾳ τι καὶ ἀνάγκῃ ποιούντων. Λουκιανός· καὶ ὅρα μὴ, κατὰ τὴν παροιμίαν, ἀποῤῥήξωμεν πάνυ τείνουσαι τὸ καλώδιον.
Ἀργαλέον φρονέοντα παρ’ ἄφροσι πόλλ’ ἀγορεύειν; φανερόν.
Ἀρεοπαγίτης: ἐπὶ τῶν σκυθρωπῶν καὶ σιωπηλῶν καὶ ὑπερσέμνων.
Ἀρᾶς ἱερόν: ἐπὶ τῶν πολλὰ ἀρωμένων ἢ ἐπὶ χρηστοῖς ἢ φαύλοις.
Ἀργύρου κρῆναι λαλοῦσιν: ἐπὶ τῶν ἀπαι δεύτων μὲν, δι’ ὑπερβολὴν δὲ πλούτου παῤῥησιαζομένων.
Ἀρχὴ ἄνδρα δείκνυσιν: ἐπὶ τῶν ἐν τῇ ἀρχῇ οἷοί εἰσι φαινομένων.
Ἀρχίλοχον πατεῖς: ἐπὶ τῶν λοιδορούντων. Τοιοῦτος γὰρ ὁ Ἀρχίλοχος.
Ἄρνα προβάλλει: ἐπὶ τῶν πολεμεῖν αἱρουμένων. Οἱ γὰρ πόλεμον αἴρειν βουλόμενοι κήρυκα ἔπεμπον ἄρνα ἐπιφερόμενον, ὃν ἠφίει ἔνδον ἐνδεικνύμενος, μηλόβοτον αὐτῶν τὴν οὐσίαν ἔσεσθαι καὶ τὴν πόλιν.
Ἀρχὴ ἥμισυ παντός: ἐπὶ τῶν εἴς τι προκοπτόντων. Παρῆκται δὲ ἐκ τῆς Ἡσιόδου.
Ἀρχύτου πλαταγή: ἐπὶ τῶν ἡσυχάζειν οὐ δυναμένων· ὁ γὰρ Ἀρχύτας τέκτων ὢν ἐπενόησε πλαταγὴν, ἣν ἐδίδοσαν τοῖς παιδίοις, ἵνα μηδὲν τῶν πατὰ οἰκίαν σκευῶν διασαλεύσωσιν.
Ἀρχῶν ἄκουε καὶ δικαίως κἀδίκως: ἐκ τῶν τοῦ Σόλωνος ἐλεγείων παραινετική.
Ἀσκῷ φλαυρίζεις: οἷον· κενῷ σώματι διαμάχῃ·
ὡς, Τῷ ἀσκῷ μορμύττεις. Μορμολυκείοις ἐκφοβεῖς τὸν λέοντα.