Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Γεωργός τις χειμῶνος ὥρᾳ ὄφιν εὑρὼν ὑπὸ κρύους πεπηγότα, τοῦτον ἐλεήσας καὶ λαβὼν ὑπὸ κόλπον ἔθετο. Θερμανθεὶς δὲ ἐκεῖνος καὶ ἀναλαβὼν τὴν ἰδίαν φύσιν ἔπληξε τὸν εὐεργέτην καὶ ἀνεῖλε· θνῄσκων δὲ ἔλεγε· Δίκαια πάσχω, τὸν πονηρὸν οἰκτείρας.

Ὁ λόγος δηλοῖ ὅτι ἀμετάθετοί εἰσιν αἱ πονηρίαι, κἂν τὰ μέγιστα φιλανθρωπεύωνται.

Ὁδοιπόρος χειμῶνος ὁδεύων ὥρᾳ, ὡς ἐθεάσατο ἔχιν ὑπὸ κρύους διαφθειρόμενον, τοῦτον ἐλεήσας ἀνείλατο καὶ βαλὼν εἰς τὸν ἑαυτοῦ κόλπον θερμαίνειν ἐπειρᾶτο Ὁ δὲ μέχρι μὲν ὑπὸ τοῦ ψύχους συνείχετο, ἠρέμει· ἐπειδὴ δὲ ἐθερμάνθη καὶ ἀνεζωώθη, τὴν αὐτοῦ γαστέρα ἔδακε. Καὶ ὃς ἀποθνήσκειν μέλλων ἔφη· Ἀλλʼ ἔγωγε δίκαια πέπονθα· τί

γὰρ τοῦτον ἀπολλύμενον ἔσῳζον, ὃν ἔδει καὶ ἐρρωμένον ἀναιρεῖν;

Ὁ λόγος δηλοῖ ὅτι πονηρία εὐεργετουμένη πρὸς τῷ ἀμοιβὰς μὴ ἀποδιδόναι καὶ κατὰ τῶν εὐεργετῶν ἀναπτεροῦται.

Ἔχιδναν ἐκ τοῦ ψύχους ἐκπνέουσαν εἶδε γεωργὸς καὶ λαβὼν ἔβαλεν ἐν τῷ κόλπῳ καὶ ἔθαλψεν. Ἡ δὲ ἁπλωθεῖσα, τοῦ γεωργοῦ τῇ χειρὶ ταύτην ὁμαλίσαι βουληθέντος, δακοῦσα τοῦτον ἀπέκτεινεν.

Ὅτι ἀνδρὶ πονηρῷ μήτε καλῶς πράττοντι μήτε φαύλως χάριν παρασχοῦ· ἡ γὰρ πονηρὰ φύσις ἀντὶ ἀγαθῶν πονηρὰ ἀνταποδίδωσι· χρηστὸν γὰρ ἦθος οὐ τίκτει.