Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ὄφις γεωργοῦ προθύροις ἐμφωλεύων ἔδακε τὸν ποῦν τοῦ παιδίου προσκρούσας

καὶ παραχρῆμα τέθνηκε τὸ παιδίον. Πένθος δὲ μέγα ἐγένετο γονεῦσιν. Τότε ὁ πατὴρ πληγεὶς ὑπὸ τῆς λύπης πέλεκυν λαβὼν καὶ αὐτὸς ἐπειρᾶτο τοῦ θανατῶσαι τὸν παγκάκιστον ὄφιν. Καὶ δὴ ὁ ὄφις ἐξελθὼν τοῦ θηρεῦσαι, εὐθὺς ὁ ἀνὴρ καταδραμών ὀπίσω στερρῶς κατʼ αὐτοῦ τὸ ξίφος καταφέρει. Ἀστοχήσας δὲ τοῦ θανατῶσαι τοῦτον μόνον τῆς οὐρᾶς ἀπέκοψε τὸ ἄκρον. Ὅς φόβῳ ληφθείς, μὴ καὐτὸν θανατώσῃ, λαβὼν ἄλευρον, ὕδωρ, ἅλας καὶ μέλι, αὐτὸς ἐκάλει τὸν ὄφιν πρὸς εἰρήνην. Ὁ δὲ κάτωθεν λεπτὸν αὐτὸς συρίσας (καὶ γὰρ ἐκρύβη ἐπὶ πέτρας ὁ ὄφις) τῷ ἀνθρώπῳ ἔφησε τοιάδε λέγων· Ἀπὸ τοῦ νῦν, ἄνθρωπε, μηκέτι κάμῃς, ὅλως ἐν ἡμῖν φιλία οὐ προσμένει· ὀρῶν γὰρ ἐγὼ τὴν οὐράν μου λυποῦμαι, καὶ σὺ δὲ πάλιν τὸν τύμβον τοῦ υἱοῦ σου βλέπων καθʼ ὥραν, οὐκέτι εἰρηνεύσεις.

Ὁ μῦθος δηλοῖ ὅτι οὐδεὶς μίσους ἡ ἀμοιβῆς κακῶν ἐπιλανθάνεται, μέχρις ἂν τὸ μνημόσυνον βλέπῃ περὶ οὗ ἐλυπήθη.

Ὄφις ἐν γεωργοῦ προθύροις φωλεύων ἀνεῖλεν αὐτοῦ τὸ νήπιον παιδίον. Πένθος δὲ τοῖς γονεῦσιν ἐγένετο μέγα.

Ὁ δὲ πατὴρ, ὑπὸ τῆς λύπης πέλεκυν λαβών, ἔμελλε τὸν ὄφιν ἐξελθόντα φονεύσειν. Ὡς δὲ ἔκυψε μικρόν, σπεύσας ὁ γεωργὸς τοῦ πατάξαι αὐτόν, ἠστόχησε, μόνον κρούσας τὴν τῆς τρώγλης ὀπήν. Ἀπελθόντος δὲ τοῦ ὄφεως, ὁ γεωργὸς νομίσας τὸν ὄφιν μηκετι μνησικακεῖν, λαβὼν ἄρτον καὶ ἅλας, ἐθηκεν ἐν τῇ τρώγλῃ. Ὁ δὲ ὄφις λεπτὸν συρίξας εἶπεν· Οὐκ ἔσται ἡμῖν ἀπάρτι πίστις ἡ φιλία, ἕως ἂν ἐγὼ τὴν πέτραν ὁρῶ, σὺ δὲ τὸν τύμβον τοῦ σοῦ τέκνου.

Ὁ μῦθος δηλοῖ ὅτι οὐδεὶς μίσους ἡ ἀμύνῃς ἐπιλανθάνεται ἐφʼ ὅσον βλέπει μνημόσυνον διʼ οὗ ἐλυπήθη.

Ὄφις ἐν γεωργοῦ προθύροις φωλεύων ἀνεῖλεν αὐτοῦ παῖδα νήπιον τύψας. Πένθος δὲ μέγα τοῖς γονεῦσιν ἐγένετο. Ὁ πατὴρ δὲ πληγεὶς ὑπὸ τῆς λύπης πέλεκυν λαβὼν ἔμελλε τὸν ὄφιν τῆς τρώγλης ἐξιόντα πατάξειν. Ὡς δὲ ἐξέκυψε μικρόν, σπεύσας ὁ γεωργὸς τοῦ πλῆξαι ἠστόχησε, τὴν πέτραν δὲ μόνον τῆς ὀπῆς κρούσας καὶ διαχαράξας ἀπῆλθε. Λογιζόμενος 〈οὖν〉 ὡς ἑρπετὸν μῆνιν οὐ φυλάσσει, λαβὼν δὲ ἄρτον καὶ ἄλας πρὸς εἰρήνην ἐκάλει τὸν ὄφιν. Ὁ ὄφις δὲ λεπτὸν συρίσας εἶπεν· Οὐκ ἔστιν ἡμῖν ἀπάρτι πίστις ἤ φιλία, ἕως ἂν ἐγὼ ταύτην τὴν πέτραν ὁρῶ, σὺ δὲ τὸν τοῦ παιδὸς τάφον.

Ὅτι οὐδεὶς μίσους ἤ ἀμύνῃς ποτὲ ἐπιλανθάνεται, ἐφʼ ὅσον βλέπει μνημόσυνον διʼ ὧν ἐλυπήθη.