Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἄνθρωπός τις εἶχεν ἵππον καὶ ὄνον. Ὁδευόντων δέ, ἐν τῇ ὁδῷ εἶπεν ὁ ὄνος τῷ ἵππῳ· Ἆρον ἐκ τοῦ ἐμοῦ βάρους, εἰ θέλεις εἶναί με σῶν. Ὁ δὲ οὐκ ἐπείσθη· ὁ δὲ ὄνος πεσών ἐκ τοῦ κόπου ἐτελεύτησε. Τοῦ δὲ δεσπότου πάντα ἐπιθέντος αὐτῷ καὶ αὐτὴν τὴν τοῦ ὄνου δοράν, θρηνῶν ὁ ἵππος ἐβόα· Οἴμοι τῷ παναθλίῳ, τί μοι συνέβη τῷ ταλαιπώρῳ; μὴ θελήσας γὰρ μικρὸν βάρος λαβεῖν, ἰδοῦ ἅπαντα βαστάζω, καὶ τὸ δέρμα.

Ὁ μῦθος δηλοῖ ὅτι τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες οἱ ἀμφότεροι σωθήσονται ἐν βίῳ.

Ἄνθρωπος πάλαι ἵππον εἶχε καὶ ὄνον. Οἱ δὲ ὥδευον μετὰ πολλοῦ τοῦ βάρους. Καὶ δὴ ἡ ὄνος πρὸς τὸν ἵππον ἐβόα· Λάβε τοῦ βάρους καὶ κούφισον ὀλίγον· οὐ γὰρ δύναμαι ταῦτα πάντα βαστάζειν, καί, εἰ μὲν βούλει, ζήσομεν ἐν τῷ βίῳ· εἰ δʼ οὐ πεισθῇς μοι, ὄψει με τεθνηκυίαν. Ὁ δʼ οὐκ ἐπείσθη ἐλεῆσαι τὴν ὄνον, καὶ παραχρῆμα θανοῦσα ἐπεπτώκει. Τοῦ δὲ κυρίου θέντος πάντα τῷ ἵππῳ, θρηνῶν ἐβόα· Οἴμοι τῷ παναθλίῳ, τί μοι συνέβη ἄρτι τῷ ταλαιπώρῳ; μὴ θελήσας γὰρ μικρὸν λαβεῖν τοῦ βάρους, ἰδοῦ ἅπαντα βαστάζω καὶ τὸ σάγμα.

[Ὁ μῦθος δηλοί ὅτι] τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες ἀμφότεροι σωθήσονται ἐν τῷ βίῳ.