Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Κριθὴν τὴν τοῦ ἵππου ὁ ἱπποκόμος κλέπτων καὶ πωλῶν τὸν ἵππον ἔτριβεν, ἐκτένιζεν πᾶσαν ἡμέραν. Ἔφη δὲ ὁ ἵππος· Εἰ θέλεις ἀληθῶς καλὸν εἶναί με, τὴν κριθὴν τὴν τρέφουσάν με μὴ πώλει.

Ὅτι οἱ πλεονέκται τοῖς πιθανοῖς λόγοις καὶ ταῖς κολακείαις τοὺς πένητας δελεάζοντες ἀποστεροῦσιν αὐτοὺς καὶ τῆς ἀναγκαίας χρείας.

Κριθὰς τοῦ ἵπποιυ ὁ ίπποκόμος κλέπτων διεπώλει, τὸν δὲ ἵππον ψήκτραις διέτριβε. Ὁ δὲ εἶπεν· Εἰ θέλεις ὡραῖον εἶναί με, τὰς κριθὰς ἅς ἐσθίω μὴ κλέπτε.