Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Τῶν ἀλόγων ζώων βουλευομένων βασιλέα ἑλέσθαι, κάμηλος καὶ ἐλέφας καταστάντες ἐφιλονείκουν, καὶ διὰ τὸ μέγεθος τοῦ σώματος καὶ διὰ τὴν ἰσχὺν ἐλπίζοντες πάντων προκρίνεσθαι. Πίθηκος δὲ ἀμφοτέρους ἀνεπιτηδείους εἶναι ἔφη, τὴν μὲν κάμηλον, διότι χολὴν οὐκ ἔχει κατὰ τῶν ἀδικούντων, τὸν δὲ ἐλέφαντα, ὅτι δέος ἐστὶ, μὴ χοιρίδιον, ὅ δέδοικεν, ἡμῖν ἐπιτιθῆται.

Ὁ λόγος δηλοῖ, ὅτι πολλοὶ καὶ τῶν μεγίστων πραγμάτων διὰ μικρὰν αἰτίαν κωλύονται.

Κάμηλος, θεασαμένη ταῦρον ἐπὶ τοῖς κέρασιν ἀγαλλόμενον, φθονήσασα αὐτῷ ἠβουλήθη καὶ αὐτὴ τῶν ἴσων ἐφικέσθαι. Διὸ καὶ παραγενομένη πρὸς τὸν Δία τούτου ἐδέετο, ὅπως αὐτῇκέρατα προσνείμῃ· καὶ ὁ Ζεὺς ἀγανακτήσας κατʼ αὐτῆς, εἴγε μὴ ἀρκοῖτο τῷ μεγέθει τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ καὶ περισσοτέρων ἐπιθυμοῖ, οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ καὶ μέρος τι τῶν ὤτων ἀφείλετο.

Οὕτω πολλοὶ διὰ πλεονεξίαν τοῖς ἄλλοις ἐποφθαλμίζοντες λανθάνουσι καὶ τῶν ἰδίων στερούμενοι.

Ἔν τινι νησιδίῳ ταῦρος ἐνέμετο· τῇ δὲ τούτου κόπρῳ κάνθαροι ἐτρέφοντο δύο. Καὶ δὴ τοῦ χειμῶνος ἐνισταμένου ὁ εἷς ἔλεγε πρὸς τὸν ἕτερον, ὡς ἄρα βούλοιτο δὴ εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκείνῳ μόνῳ ἡ τροφὴ ἱκανὴ ὑπάρχῃ, καὶ ὡς ἂν ἐκεῖσε ἐλθών τὸν χειμῶνα διαγένηται. Ἔλεγε δὲ ὅτι, ἐὰν πολλὴν εὕρῃ

94
τὴν νομὴν, καὶ αὐτῷ οἴσει. Παραγενόμενος δὲ εἰς τὴν χέρσον, καὶ καταλαβὼν πολλὴν μὲν κόπρον, ὑγρὰν δὲ, μένων ἐνταῦθα ἐτρέφετο. Τοῦ δὲ χειμῶνος διελθόντος πάλιν εἰς τὴν νῆσον διέπτη· ὁ δὲ ἕτερος θεασάμενος αὐτὸν λιπαρὸν καὶ εὐεκτοῦντα, ᾐτιάσατο αὐτὸν, διότι προϋποσχόμενος οὐδὲν ἐκόμισεν. Ὁ δὲ εἶπε· „μὴ ἐμὲ μέμφου, τὴν δὲ φύσιν τοῦ τόπου· ἐκεῖθεν γὰρ τρέφεσθαι μὲν οἷόν τε, φέρεσθαι δὲ οὐδέν.“

Ὁ λόγος ἁρμόσειεν ἄν πρὸς ἐκείνους, οἵ τὰς φιλίας μέχρις ἑστιάσεως μόνον παρέχονται, περαιτέρω δὲ οὐδὲν τοὺς φίλους ὠφελοῦσιν.

Καρκίνος, ἀπὸ τῆς θαλάσσης ἀναβὰς, ἐπί τινος ἐνέμετο τόπου. Ἀλώπηξ δὲ λιμώττουσα, ὡς ἐθεάσατο, προσελθοῦσα ἀνέλαβεν αὐτόν. Ὁ δὲ μέλλων καταβιβρώσκεσθαι, ἔφη· „ἀλλʼ ἔγωγε δίκαια πέπονθα, ὅς, θαλάττιος ὤν, χερσαῖος ἠβουλήθην γενέσθαι.“

Ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα καταλείποντες ἐπιτηδεύματα, καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιχειροῦντες, εἰκότως δυστυχοῦσιν.

Ἡ μήτηρ πρὸς τὸν καρκίνον· „τί δὴ λοξὴν, ὦ παῖ, βαδίζεις ὁδὸν, ὀρθὴν ἰέναι προσῆκον;“ Ὁ δὲ πρὸς αὐτήν· ,,ἡγοῦ τῆς ὁδοῦ, ὦ μῆτερ, καὶ πρὸς αὐτὴν βαδίζειν πειράσομαι.“ Τῆς δὲ βαδίζειν ἀπορούσης ὀρθῶς, κατήγορος ὁ παῖς τῆς παρανοίας ἐγένετο.

Ῥᾷον παραινεῖν ἃ πονεῖν ὑπῆρξεν ἀδύνατον.

Καρύα τις ἐν ὁδῷ ἱσταμένη καρπὸν ἔφερε πολύν. Οἱ δὲ παροδῖται λίθοις καὶ βάκλοις κατέκλων διὰ τὰ

95
κάρυα. Ἠ δὲ οἰκτρὸν ἔφη· „ὦ ἀθλία ἐγὼ, ὅτι, οὕς τῷ καρπῷ μου εὐφραίνω, ὑπὸ τούτων δεινὰς ἀντιλαμβάνω χάριτας.

Τοὺς ἀχαρίστους καὶ κακούργους, τοὺς ἀντὶ ἀγαθῶν κακὰ ἀντιδιδόντας, ὁ μῦθος ἐλέγχει.

Ὁ κάστωρ ζῶόν ἐστι τετράπουν, ἐν λίμναις τὰ πολλὰ διαιτώμενον, οὗ τὰ αἰδοῖά φασιν ἰατροῖς χρήσιμα εἶναι. Οὗτος οὖν, ἐπειδὰν ὑπʼ ἀνθρώπων διωκόμενος καταλαμβάνηται, γινώσκων, οὐ χάριν διώκεται, ἀποτεμὼν τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει πρὸς τοὺς διώκοντας, καὶ οὕτω σωτηρίας τυγχάνει.

Ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας οὐδένα λόγον τῶν χρημάτων ποιοῦνται.

Κεραμεύς τις ἔπλαττε πολλὰς ὄρνεις ἐν τῷ ἐργαστηρίῳ. Ὄνος δὲ παριὼν, ἀκολουθοῦντος ἀμελῶς τοῦ ὀνηλάτου, παρακύψας διὰ τῆς θυρίδος ἀνέτρεψε τὰς ὄρνιθας, καὶ τὰ ἐν τῷ ἐργαστηρίῳ συνέτριψε σκεύη. Ὁ τοίνυν κύριος τοῦ ἐργαστηρίου ἐπὶ κρίσιν ἢγαγε τὸν ὀνηλάτην. Ἐρωτώμενος δὲ ἐκεῖνος παρὰ τῶν ἀπαντώντων, τίνος κρίνοιτο, ἔλεγεν „ὄνου παρακύψεως.“

Κηπωρῷ τις ἐπιστὰς ἀρδεύοντι λάχανα ἐπυνθάνετο αὐτοῦ, διʼ ἣν αἰτίαν τὰ μὲν ἄγρια τῶν λαχάνων εὐθαλῆ τέ ἐστι καὶ στερεὰ, τὰ δὲ ἥμερα λεπτὰ καὶ μεμαρασμένα· κἀκεῖνος ἔφη· „ἡ γ τῶν μὲν μήτηρ, τῶν δὲ μητρυιά ἐστι.“

96

Οὕτω καὶ τῶν παίδων οὐχ ὁμοίως τρέφονται οἱ ὑπὸ μητρυιᾶς τρεφόμενοι τοῖς μητέρας ἔχουσι.

Ἀνήρ τις κηπουρόν τινα θεασάμενος τῶν λαχάνων ἀρδείαν ποιούμενον, ἔφη πρὸς αὐτόν· ,,πῶς τὰ μὲν ἄγρια φυτὰ, μήτε φυτευόμενα μήτε ἐργαζόμενα, ὡραῖα πεφύκασι, τὰ δὲ τῆς ὑμῶν φυτηκομίας πολλάκις ξηραίνεται;“ Ὁ δὲ κηπουρὸς ἀντέφησεν, „ὡς τὰ ἄγρια τῶν φυτῶν μόνῃ τῇ θείᾳ προνοίᾳ ἐφορᾶται, τὰ δὲ ἥμερα ὑπὸ χειρὸς ἀνθρωπίνης ἐπιμελεῖται.“

Ὁ λόγος δηλοῖ, ὡς κρείττων ἡ τῶν μητέρων ἀνατροφὴ πέφυκε τῆς τῶν μητρυιῶν ἐπιμελείας.

Κηπωροῦ κύων εἰς φρέαρ κατέπεσεν. δὲ κηπωρὸς βουλόμενος αὐτὸν ἐκεῖθεν ἀναγαγεῖν, κατῆλθε καὶ αὐτὸς εἰς τὸ φρέαρ. Oíηθεὶς δʼ ὁ κύων, ὡς κατωτέρω μᾶλλον αὐτὸν παραγέγονε καταδῦσαι, τὸν κηπωρὸν στραφεὶς ἔδακεν. Ὁ δὲ μετʼ ὀδύνης ἐπανιών „δίκαια“ φησὶ „πέπονθα· τί δή ποτε γὰρ τὸν αὐτόχειρα σῶσαι ἐσπούδασα;“

Ὁ μῦθος πρὸς ἀδίκους καὶ ἀχαρίστους.

Κιθαρῳδὸς ἄμουσος ἐν κεκονιαμένῳ οἴκῳ συνεχῶς ᾄδων, ἀντηχούσης [δὲ] αὐτῷ τῆς φωνῆς, ὥστε αὐτὸν νομίσαι εὔφωνον εἶναι σφόδρα, καὶ δὴ ἐπαρθεὶς ἐπὶ τούτῳ ἔγνω δεῖν καὶ εἰς θέατρον εἰσελθεῖν· ἀφικόμενος δὲ ἐπὶ σκηνὴν, καὶ πάνυ κακῶς ᾄδων λίθοις βαλλόμενος ἐξηλάθη.

Οὕτω καὶ τῶν ῥητόρων ἔνιοι ἐν σχολαῖς εἶναι τινες

97
δοκοῦντες, ὅταν ἐπὶ τὰς πολιτείας ἀφίκωνται, οὐδενὸς ἄξιοι εὑρίσκονται.

Ἔν τινι μυρσινῶνι κίχλα ἐνέμετο· διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίστατο. Ἰξευτὴς δὲ παρατηρησάμενος ἐμφιλοχωροῦσαν ἰξεύσας συνέλαβε· καὶ δὴ μέλλουσα ἀναιρεῖσθαι ἔφη· „δειλαία εἰμὶ, ἥτις διὰ τροφῆς γλυκύτητα ζωῆς στερίσκομαι.“

Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ἄσωτον, διʼ ἡδυπάθειαν ἀπολωλεκότα ἑαυτόν.

Κλέπται εἴς τινα εἰσελθόντες οἰκίαν, οὐδὲν εὗρον, ὅτι μὴ ἀλεκτρυόνα, καὶ τοῦτον λαβόντες ἀπῄεσαν. Ὁ δὲ μέλλων ὑπʼ αὐτῶν θύεσθαι, ἐδεῖτο, ὡς ἂν αὐτὸν ἀπολύσωσι, λέγων, χρήσιμος εἶναι τοῖς ἀνθρώποις, νυκτὸς αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείρων. Οἱ δὲ ἔφασαν· „ἀλλὰ διὰ τοῦτό σε μᾶλλον θύομεν· ἐκείνους γὰρ ἐγείρων, κλέπτειν ἡμᾶς οὐκ ἐᾷς.“

Ὁ μῦθος δηλοῖ, ὅτι ταῦτα μάλιστα τοῖς πονηροῖς ἐναντιοῦται, ἃ τοῖς χρηστοῖς ἐστιν εὐεργετήματα.

Κλέπτης κατέλυσεν ἔν τινι πανδοχείῳ· διέμενεν δὲ ἐκεῖ ἡμέρας τινὰς προσδοκῶν κλέψαι τι. Ὡς δὲ οὐκ ἐδύνατο τοῦτο ποιῆσαι, μιᾷ τῶν ἡμερῶν ἰδὼν τὸν πανδοχέα ἐνδυθέντα χιτῶνα ὡραῖον καὶ καινὸν (ἦν γὰρ ἑορτὴ), καὶ καθεζόμενον πρὸ τῆς πύλης τοῦ πανδοχείου, καὶ οὐδένα ἄλλον τυχόντα ἐκεῖ, ἐπελθὼν καὶ ὁ κλέπτης ἐκάθισεν πλησίον τοῦ πανδοχέως, καὶ ἤρξατο διηγεῖσθαι μετʼ αὐτοῦ. Καὶ διηγούμενοι ὥρᾳ ἱκανῇ, ἐχασμήσατο ὁ κλέπτης, καὶ ὁμοῦ μετὰ τοῦ χασμᾶσθαι ἀρυᾶτο

98
ὥσπερ λύκος. Ὁ δὲ πανδοχεύς φησι πρὸς αὐτόν· „τί οὕτως ποιεῖς;“ Καὶ ὁ κλέπτης ἀπεκρίθη· „νῦν ἀναγγελῶ σοι· ἀλλὰ δέομαί σου, ἵνα φυλάξῃς τὰ ἱμάτιά μου· ἐνταῦθα γὰρ καταλείψω. Ἐγὼ, κύριέ μου, οὐκ οἶδα, πόθεν μοι ἐπέρχεται τὸ χασμᾶσθαι οὕτως, ἢ διὰ τὰς ἁμαρτίας μου, ἢ διὰ ποίαν αἰτίαν, οὐ γινώσκω· ὅταν οὖν χασμηθῶ τρεῖς βολὰς, γίνομαι λύκος ἐσθίων ἀνθρώπους.“ Καὶ ταῦτα εἰπὼν ἐχασμήσατο ἐκ δευτέρου, καὶ πάλιν ὠρυᾶτο, καθάπερ καὶ το πρῶτον. Ἀκούσας οὖν ταῦτα ὁ πανδοχεὺς καὶ πιστεύσας τῷ κλέπτῃ ἐφοβήθη, καὶ ἀναστὰς ἠβούλετο φυγεῖν· ὁ δὲ κλέπτης δραξάμενος αὐτὸν τοῦ χιτῶνος, παρεκάλει αὐτὸν λέγων· „ἀνάμεινον, κύριέ μου, καὶ λαβὲ τὰ ἱμάτιά μου, ἵνα μὴ ἀπολέσω αὐτά· καὶ παρακαλῶν αὐτὸν, ἀνοίξας τὸ στόμα αὑτοῦ ἤρξατο χασμᾶσθαι ἐκ τρίτου. Ὁ δὲ πανδοχεὺς φοβηθεὶς, μήπως φάγῃ αὐτὸν, κατέλιπε τὸν ἑαυτοῦ χιτῶνα, καὶ εἰσελθὼν δρομαῖος εἰς τὸ πανδοχεῖον, κατησφαλίσατο εἰς τὸ ἐνδότερον. Καὶ ὁ κλέπτης λαβών τὸν χιτῶνα ἀπῆλθεν.

Οὕτω πανθάνουσιν οἱ τὰ μὴ ἀληθῆ πιστεύοντες.

Κοιλία καὶ πόδες περὶ δυνάμεως ἤριζον. Παρʼ ἕκαστα δὲ τῶν ποδῶν λεγόντων, ὅτι προέχουσι τῇ ἰσχύϊ τοσοῦτον, ὥστε καὶ αὐτὴν τὴν γαστέρα βαστάζειν, ἐκείνη ἀπεκρίνατο· „ὦ οὗτοι, ἐὰν μὴ ἐγὼ τροφὴν προσλάβωμαι, οὐδʼ ὑμεῖς βαστάζειν δυνήσεσθε.“

Οὕτω καὶ ἐπὶ τῶν στρατευμάτων ἀδύνατοί εἰσιν οἱ στρατιῶται, ἄν μὴ οἱ στρατηγοὶ ἄριστα φρονῶσι.

Τῷ κόκκυγί φησιν Αἴσωπος ἐρωτῶντιτοὺς λεπτοὺς

99
ὄρνιθας, ὅ,τι φευγοιεν αὐτὸν, εἰπεῖν ἐκείνους, ὡς ἔσται ποτὲ ἱέραξ.

Κολοιὸς λιμώττων ἐπί τινος συκῆς ἐκάθισεν· εὑρὼν δὲ τοὺς ὀλύνθους μηδέπω πεπείρους, προσέμενεν ἕως σῦκα γένωνται. Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἐγχρονίζοντα καὶ τὴν αἰτίαν παρʼ αὐτοῦ μαθοῦσα, ἔφη· „ἀλλὰ πεπλάνησαι, ὦ οὗτος, ἐλπίδι προσέχων, ἥτις βουκολεῖν μὲν οἶδε, τρέφειν δὲ οὐδαμῶς.“

[Πρὸς ἄνδρα φιλόνεικον ὁ λόγος εὔκαιρος.]

Κάλλους ἦν ἀγὼν, καὶ παρὰ τῷ Διὶ κριθησόμενοι πάντες οἱ ὄρνεις ἐφοίτων, Ἑρμοῦ τὴν κυρίαν ὁρίζοντος. Ποταμούς τε καὶ λίμνας ἅπαντες κατελάμβανον, τὰ μὲν φαῦλα τῶν πτερῶν ἀποβάλλοντες, τὰ δὲ κρείττω φαιδρύνοντες. Κολοιὸς δὲ, οὐδὲν εὐπρεπὲς ἔχων ἀπὸ τῆς φύσεως, ἃ τῶν ἄλλων ἐξέπιπτε, ταῦτα οἰκεῖον συνέθηκε κόσμον. Γλαὺξ δὲ μόνη ἐπιγνοῦσα, τὸ ἑαυτῆς ἀφῃρεῖτο τὸν κολοιὸν, καὶ τὰ ἄλλα πράττειν ἀνέπειθεν. Ἀφαιρεθεὶς δὲ τὰ παρὰ πάντων ὁ κολοιὸς γυμνὸς εἰς τὴν Διὸς ἀφίκετο κρίσιν.

Κόσμος ἐπείσακτος αἰσχύνη τοῖς ἔχουσι.

Ζεὺς, βουλόμενος βασιλέα καταστῆσαι ὀρνέων, προθεσμίαν αὐτοῖς ἔταξεν, ἐν ᾗ παραγενήσονται πάντες πρὸς αὐτὸν, ὅπως τὸν ὡραιότερον πάντων καταστήσῃ ἐπʼ αὐτούς βασιλέα. Τὰ δὲ παραγενόμενα ἐπί τινα ποταμὸν ἀπενίζοντο. Κολοιὸς δὲ. συνιῶν ἑαυτῷ περικειμένην δυσμορφίαν, ἀπελθὼνκαὶτὰ ἀποπίπτοντα

100
τῶν ὀρνέων πτερὰ συλλεξάμενος, ἑαυτῷ περιέθηκέ τε καὶ προσεκόλλησε. Συνέβη οὖν ἐκ τούτου εὐειδέστερον πάντων γενέσθαι. Ἐπέστη οὖν ἡ ἡμέρα τῆς προθεσμίας, καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. Τοῦ δὲ Διὸς μέλλοντος χειροτονῆσαι αὐτοῖς τὸν κολοιὸν βασιλέα διὰ τὴν εὐπρέπειαν, ἀγανακτήσαντα τὰ ὄρνεα ἕκαστον τὸ οἰκεῖον πτερὸν ἀφείλετο ἐξ αὐτοῦ· καὶ ὁ κολοιὸς ἦν πάλιν κολοιός.

Ὁ μῦθος δηλοῖ, ὅτι καὶ οἱ χρεωφειλέται καὶ ἐπικτήτους προσκτώμενοι πλούτους, μέχρις ἄν κατέχωσι τὰ ἀλλότρια, δοκοῦσιν εἶναί τινες· ἐπειδὰν δὲ αὐτὰ ἀπαιτηθῶσιν, ὁποῖοι ἦσαν πρότερον γινώσκονται.