Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ὅσην τοῖς κύκνοις ἡ φύσις ᾠδὴν, τοσαύτην ἰκτίνοις παρέσχε τὸ πρότερον. Ἵππων δὲ χρεμετιζόντων ἀκούσαντες, εἰς ἔρωτα ἧκον τῆς ἐκείνων φωνῆς· καὶ μιμεῖσθαι πειρώμενοι συναποβάλλουσιν ἃ εἶχον, οἷς μαθεῖν ἐπετήδευον· χρεμετίζειν μὲν γὰρ οὐκ ἔμαθον, ᾄδειν δὲ ἐπελάθοντο.

Φέρει τῶν προσόντων τὴν στέρησιν ᾐ τοῦ μὴ προσήκοντος μίμησις.

Λέγεται τὸν ἰκτῖνα, φωνὴν ἔχοντα παραπλησίαν τοῖς ἄλλοις ὄρνισιν, ἐπιθέσθαι τῷ χρεμετίζειν, ὥσπερ οἱ γενναῖοι τῶν ἵππων. Εἶτα τῆς μὲν ἐπιλαθόμενον, τὸ δὲ μὴ δυνηθέντα ἑλεῖν ἱκανῶς, ἀμφοῖν στέρεσθαι, καὶ φαυλότερον τῶν ἄλλων ὀρνίθων εἶναι τὴν φωνήν.

Ἰξευτὴς ἀναλαβὼν ἰξὸν καὶ τοὺς καλάμους ἐξῆλθεν ἐπʼ ἄγραν· θεασάμενος δὲ κίχλαν ἐπί τινος ὑψηλοῦ δένδρου καθημένην, ταύτην συλλαβεῖν ἠβουλήθη. Καὶ δὴ ἀνάψας εἰς μῆκος τούς καλάμους, ἀτενὲς ἔβλεπεν, ὅλος ὢν πρὸς τῷ ἀέρι τὸν νοῦν. Τοῦτον δὲ τὸν τρόπον ἄνω νεύων ἔλαθεν ἀσπίδα πρὸ τῶν ἑαυτοῦ ποδῶν κοιμωμένην πατήσας, ἥτις ἐπιστραφεῖσα ἔπληξεν αὐτόν· ὁ δὲ λειποψυχῶν ἔφη πρὸς ἑαυτόν· „ἄθλιος ἔγωγε, ὃς ἕτερον θηρεῦσαι βουλόμενος, ἔλαθον αὐτὸς ἀγρευθεὶς εἰς θάνατον.“

86

Οὕτως οἱ τοῖς πέλας ἐπιβουλὰς ῥάπτοντες, φθάνουσιν αὐτοὶ συμφοραῖς περιπίπτοντες.

Ἰξευτὴς τέττιγος ἀκούσας μέγα τι θηράσειν ἐδόκει· μετρεῖ τὴν θήραν ἐκ τῆς ᾠδῆς παρερχόμενος. Ὡς δὲ τὴν τέχνην κινήσας εἶλε τὸ θήραμα, ᾠδῆς μὲν πλέον οὐδὲν ἐκομίσατο· κατῃτιᾶτο δὲ τὴν δόξαν, ὡς ψευδῆ τοῖς πολλοῖς κρίσιν ἐπάγουσαν.

Οὕτως οἱ φαῦλοι δοκοῦσι μᾶλλον ἤπερ γεγόνασιν.

Ἵππος καὶ βοῦς καὶ κύων, ὑπὸ ψύχους στενούμενοι, ἦλθον εἰς ἀνθρώπου τινὸς οἰκίαν. Ὁ δὲ δεξάμενος αὐτοὺς καὶ πῦρ ἀνάψας ἔθαλψε. Καὶ τῷ μὲν ἵππῳ κριθὰς παρετίθει, τῷ δὲ ταύρῳ ἄχυρα, τῷ δὲ κυνὶ τὰ ἐπὶ τῆς τραπέζης ἐδίδου. Διὰ δὲ τὴν τοιαύτην φιλοξενίαν ἀντημείψαντο αὐτῷ χάριτας, μερίσαντες καὶ χαρισάμενοι αὐτῷ τῶν ἐτῶν ἀφʼ ὧν ἔζων. Καὶ ὁ μὲν ἵππος εὐθύς τοὺς πρώτους χρόνους· διὰ τοῦτο ἕκαστος θερμὸς καὶ γαῦρός ἐστι τῇ γνώμῃ. Ὁ δὲ βοῦς μετʼ αὐτὸν τοὺς μέσους χρόνους· διὰ τοῦτο μοχθηρὸς καὶ φιλεργός ἐστι πλοῦτον ἀθροίζων. Τρίτον δὲ ὁ κύων τοὺς τελευταίους χρόνους· διὰ τοῦτο πᾶς γηράσκων δύσκολός ἐστι τῇ γνώμῃ, καὶ τὸν διδόντα μόνον τροφὴν ἀγαπᾷ καὶ σαίνει καὶ ἐπιχαίρει, τοῖς δὲ μὴ διδοῦσι καθυλακτεῖ καὶ καθάπτεται.

Ὅτι τινὲς τῶν ἀνθρώπων, φαῦλοι ὄντες καὶ κακοὶ, μόνους εἰώθασι φιλεῖν τοὺς διατρέφοντας αὐτούς.

Ζεὺς ἄνθρωπον ποιήσας ὀλιγοχρόνιον αὐτὸν ἐποίησεν· ὁ δὲ τῇ ἑαυτοῦ συνέσει χρώμενος, ὅτε ἐνίστατο

87
ὁ χειμων, οἶκον ἑαυτῷ κατεσκεύαζε, καὶ ἐνταῦθα διέτριβε. Καὶ δή ποτε σφοδροῦ κρύους γενομένου, καὶ τοῦ Διὸς ὕοντος, ἵππος ἀντέχειν μὴ δυνάμενος ἧκε δρομαῖος πρὸς τὸν ἄνθρωπον, καὶ τούτου ἐδεήθη, ὅπως σκέπῃ αὐτόν. Ὁ δʼ οὐκ ἄλλως ἔφη τοῦτο ποιήσειν, εἰ μὴ τῶν οἰκείων ἐτῶν μέρος αὐτῷ δῷ. Τοῦ δὲ ἀσμένως παραχωρήσαντος, παρεγένετο μετʼ οὐ πολὺ καὶ βοῦς, οὐδʼ αὐτὸς δυνάμενος ὑπομένειν τὸν χειμῶνα. Ὁμοίως δὲ τοῦ ἀνθρώπου μὴ πρότερον ὑποδέξεσθαι φάσκοντος, ἐὰν μὴ τῶν ἰδίων ἐτῶν ἀριθμόν τινα παράσχῃ, καὶ αὐτὸς μέρος δοὺς ὑπεδέχθη. Τὸ δὲ τελευταῖον κύων ψύχει διαφθειρόμενος ἧκε, καὶ τοῦ ἰδίου χρόνου μέρος ἀπονείμας σκέπης ἔτυχε. Οὕτω τε συνέβη τοὺς ἀνθρώπους, ὅταν μὲν ἐν τῷ τοῦ Διὸς χρόνῳ γένωνται, ἀκεραίους τε καὶ ἀγαθοὺς εἶναι· ὅταν δὲ εἰς τὰ τοῦ ἵππου ἔτη γένωνται, ἀλαζόνας τε καὶ ὑψαύχενας εἶναι· ἀφικνουμένους δὲ εἰς τὰ τοῦ βοὸς ἔτη ἀρχικοὺς ὑπάρχειν· τοὺς δὲ τὸν τοῦ κυνὸς χρόνον ἀνύοντας ὀργίλους καὶ ὑλακτικοὺς γίνεσθαι.

Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς πρεσβύτην θυμώδη καὶ δύστροπον.

Γέρων ἵππος ἐπράθη πρὸς τὸ ἀλήθειν. Ζευχθεὶς δὲ ἐν τῷ μυλῶνι, στενάζων εἶπεν· „ἐξ οἵων δρόμων εἰς οἵους καμπτῆρας ἦλθον.“

Ὅτι μὴ λίαν ἐπαιρέσθω τις πρὸς τὸ τῆς ἀκμῆς ἢ τῆς δόξης δυνατόν· πολλοῖς γὰρ τὸ γῆρας ἐν κόποις ἀνηλώθη.

Ἵππον ἐλύπει τὸ γῆρας, καὶ μυλῶνα ἀντὶ μάχης ἐλάμβανεν. Ὡς δὲ ἀλήθειν ἀντὶ τοῦ πολεμεῖν ἡναγκάζετο,

88
τὴν παροῦσαν ἐδάκρυε τύχην, τῆς δὲ πρώτης ἐμέμνητο „ἐμοὶ“ λέγων, „ὦ μυλωρὲ, στρατεύεσθαι μὲν ὑπῆρχε πρότερον, κόσμος δὲ παντὶ περιέκειτο τῷ σώματι, καὶ θεραπεύων παρηλοκούθει τις ἂνθρωπος· νῦν δὲ οὐκ οἱδ’ ὅτι παθών ἀντιλαμβάνω τὸν μυλῶνα τῆς μάχης. Καὶ ὁ μυλωρὸς πρὸς αὐτὸν ,,ἐπίσχες“ ἔφη „τὰ παλαιὰ θρυλλῶν· ἡ τύχη γὰρ θνητοῖς τὴν ἐφʼ ἑκάτερα φέρειν οἶδε μεταβολήν.“

Στησίχορος, ἑλομένων στρατηγὸν αὐτοκράτορα τῶν Ἱμεραίων Φάλαριν, καὶ μελλόντων φυλακὴν διδόναι τοῦ σώματος, τἆλλα διαλεχθεὶς εἶπεν αὐτοῖς λόγον· ὡς ἵππος κατεῖχε λειμῶνα μόνος· ἐλθόντος δʼ ἐλάφου καὶ διαφθείροντος τὴν νομὴν, βουλόμενος τιμωρήσασθαι τὸν ἔλαφον, ἠρώτα ἄνθρωπον, εἰ δύναιτʼ ἂν μετʼ αὐτοῦ κολάσαι τὸν ἔλαφον. Ὁ δʼ ἔφησεν· „ἐὰν λάβῃ χαλινὸν, καὶ αὐτὸς ἀναβῇ ἐπʼ αὐτὸν ἔχων ἀκόντια.“ Συνομολογήσαντος δὲ καὶ ἀναβάντος, ἀντὶ τοῦ τιμωρήσασθαι αὐτὸς ἐδούλευσεν τῷ ἀνθρώπῳ. „Οὕτω δὲ καὶ ὑμεῖς “ ἔφη „ὁρᾶτε, μὴ βουλόμενοι τοὺς πολεμίους τιμωρήσασθαι, ταὐτὸ πάθητε τῷ ἵππῳ· τὸν μὲν γὰρ χαλινὸν ἔχετε ἤδη, ἑλόμενοι στρατηγὸν αὐτοκράτορα· ἐὰν δὲ φυλακὴν δῶτε, καὶ ἀναβῆναι ἐάσητε, δουλεύσετε [ἤδη] Φαλάριδι.“

Γέλων ὁ Σκελιώτης τυραννίδι ἐπιθέσθαι διανοούμενυς Ἱμεραίων ἐθεράπευε τὸν δῆμον, καὶ κατὰ τῶν δυνατῶν ὑπερεμάχει· καὶ αὐτὸν ἠγάπα τὸ πλῆθος, καὶ φυλακὴν τοῦ σώματος αἰτοῦντι ὡρμᾶτο διδόναι. Στησίχορος δʼ ὁ Ἱμεραῖος ποιητὴς ὑποτοπήσας ἐπιχειρεῖν

89
αὐτὸν τυραννίδι, στὰς αἶνον ἔλεξεν εἰς τὸ πλῆθος, εἰκόνα τοῦ μέλλοντος πάθους. „Ἵππος “ φησὶ ,,νεμόμενος ἐφοίτα πιούμενος ἐπὶ κρήνην, ἔλαφος δὲ τὸ πεδίον διαθέουσα τήν τε πόαν κατέστειβε καὶ τὸ νᾶμα ἐτάραττε. Καὶ ὁ ἵππος ποθῶν τὴν ἀδικοῦσαν τιμωρῆσαι, τάχει δὲ ποδῶν λειπόμενος, ἄνδρα κυνηγέτην βοηθὸν ἐκάλει· ὁ δὲ, εἰ χαλινὸν δέξοιτο καὶ ἀναβάτην, ῥᾷστα ἀμύνειν αὐτῷ ὑπισχνεῖτο. Καὶ ἐγίνετο οὕτως. Καὶ ἡ μὲν ἔλαφος ἀκοντίοις ἔκειτο βληθεῖσα, ὁ δʼ ἵππος ᾔσθετο δεδουλωμένος τῷ κυνηγέτῃ.“ „Τοῦτ’“ ἔφη „δέδοικα καὶ αὐτὸς, ὦ Ἱμεραῖοι, μὴ νῦν δῆμος ὄντες τῶν ἐχθρῶν μὲν διὰ Γέλωνος περιγένησθε, αὐτοὶ δʼ ὕστερον Γέλωνι δουλεύσητε· φιλεῖν γὰρ ἅπασαν δύναμιν τῷ λαβόντι ἐπὶ τὸν δόντα εἶναι, ὅταν, ὥσπερ δοῦναι αὐτὴν, μηκέτι ἐκ τοῦ ὁμοίου κομίσασθαι ἔχῃ.“

Κριθὴν τὴν τοῦ ἵππου ἱπποκόμος κλέπτων καὶ πωλῶν, τὸν ἵππον ἔτριβε καὶ ἐκτένιζε πάσας ἡμέρας. Ἔφη δὲ ὁ ἵππος· „εἰ θέλεις ἀληθῶς καλὸν εἶναί με, τὴν κριθὴν τὴν τρέφουσαν μὴ πώλει.“

Ὅτι οἱ πλεονέκται τοῖς πιθανοῖς λόγοις καὶ ταῖς κολακείαις τοὺς πένητας δελεάζονται, καὶ ἀποστεροῦσιν αὐτοὺς καὶ τῆς ἀναγκαίας χρείας.

Ἄνθρωπός τις εἶχεν ἵππον καὶ ὄνον. Ὁδευόντων δὲ, ἐν τῇ ὁδῷ εἶπεν ὁ ὄνος τῷ ἵππῳ· „ἆρον ἐκτοῦ ἐμοῦ βάρους, εἰ θέλεις εἶναί με σῶν·“ Ὁ δὲ οὐκ ἐπείσθη· ὁ δὲ ὄνος, πεσὼν ἐκ τοῦ κόπου, ἐτελεύτησε. Τοῦ δὲ δεσπότου πάντα ἐπιθέντος αὐτῷ, καὶ αὐτὴν τὴν τοῦ ὄνου δορὰν, θρηνῶν ὁ ἵππος ἐβόα· „οἴμοι τῷ παναθλίῳ, τί μοι συνέβη τῷ ταλαιπώρῳ; μὴ θελήσας γὰρ

90
μικρὸν βάρος λαβεῖν, ἰδοὺ ἅπαντα βαστάζω, καὶ τὸ δέρμα.“

Ὁ μῦθος δηλοῖ, ὅτι τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες ἀμφότεροι σωθήσονται ἐν βίῳ.

Ὀνηλάτης, ἐπιθεὶς ὄνῳ καὶ ἡμιόνῳ γόμους, ἤλαυνεν. Ὁ δὲ ὄνος, μέχρι μὲν λεῖος τόπος ἦν, ἀντεῖχε πρὸς τὸ βάρος· ὡς δὲ ἐγένοντο κατά τινα κρημνὸν, μὴ δυνάμενος ὑποφέρειν, παρεκάλει τὴν ἡμίονον, μέρος τι τοῦ γόμου αὐτοῦ προσδέξασθαι, ἵνα τὸ λοιπὸν αὐτὸς διακομίσηται. Τῆς δὲ παρʼ οὐδὲν θεμένης αὐτοῦ τοὺς λόγους, ὁ μὲν κατακρημνισθεὶς διερῥάγη· ὁ δὲ ὀνηλάτης, ἀπορῶν ὅ,τι ποιήσει, οὐ μόνον τὸν γόμον τοῦ ὄνου τῇ ἡμιόνῳ προσέθηκεν, ἀλλὰ καὶ αὐτὸν τὸν ὄνον ἐκδείρας ἐπέθηκεν αὐτῇ. δὲ οὐ μετρίως καταπονηθεῖσα ἔφη πρὸς ἑαυτήν· ,,δίκαια πέπονθα· εἰ γὰρ παρακαλοῦντι τῷ ὄνῳ μικρὰ κουφίσαι ἐπείσθην, οὐκ ἂν νῦν μετὰ τῶν αὐτοῦ φορτίων καὶ αὐτὸν ἔφερον.“

Οὕτω καὶ τῶν δανειστῶν ἔνιοι διὰ φιλαργυρίαν, ἵνα μικρὰ τοῖς χρεώσταις μὴ παράσχωσι, πολλάκις καὶ αὐτὸ τὸ κεφάλαιον ἀπολλύουσι.

Ἵππον τὸν ἑαυτοῦ στρατιώτης, ἕως μὲν καιρὸς τοῦ πολέμου ἦν, ἐκρίθιζεν, ἔχων συνεργὸν ἐν ταῖς ἀνάγκαις· ὅτε δὲ ὁ πόλεμος κατεπαύσατο, εἰς δουλείας τινὰς καὶ φόρτους βαρεῖς ὁ ἵππος ὑπούργει, ἀχύρῳ μόνῳ τρεφόμενος. Ὡς δὲ πάλιν πόλεμος ἠκούσθη καὶ ἡ σάλπιγξ ἐφώνει, τὸν ἵππον χαλινώσας ὁ δεσπότης, καὶ αὐτὸς καθοπλισθεὶς, ἐπέβη. Ὁ δὲ συνεχῶς κατέπιπτε μηδὲν ἰσχύων· ἔφη δὲ τῷ δεσπότῃ· „ἄπελθε μετὰ τῶν

91
πεζῶν ὁπλιτῶν ἄρτι· σὺ γὰρ ἀφʼ ἵππου εἰς ὄνον με μετεποίησας· καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον θέλεις ἔχειν;“

Δρῦν ἄνεμος ἐκριζώσας ἐν ποταμῷ ἔῤῥιψεν. Ἡ δὲ φερομένη τοὺς καλάμους ἐρωτᾷ· „πῶς ὑμεῖς, ἀσθενεῖς ὄντες καὶ λεπτοὶ, ὑπὸ τῶν βιαίων ἀνέμων οὐκ ἐκριζοῦσθε;“ Οἱ δὲ εἶπον· „ὑμεῖς τοῖς ἀνέμοις μάχεσθε καὶ ἀνθίστασθε, καὶ διὰ τοῦτο ἐκριζοῦσθε· ἡμεῖς δὲ, παντὶ ἀνέμῳ ὑποπίπτοντες, ἀβλαβεῖς διαμένομεν.“

Ὅτι οὐ δεῖ ἀνθίστασθαι τοῖς κρατοῦσιν, ἀλλʼ ὑποτάττεσθαι καὶ ὑπακούειν.

Διὰ καρτερίαν καὶ ἡσυχίαν καὶ ἰσχύν κάλαμος καὶ ἐλαία ἤριζον. Τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας, ὡς ἀδύνατός ἐστι καὶ ῥᾳδίως ὑποκλίνεται πᾶσι τοῖς ἀνέμοις, ὁ κάλαμος οὐδὲν ἐφθέγξατο. Καὶ μικρὸν ὑπομείνας, ἐπειδὴ ἀνέμου ἰσχυροῦ γενομένου ὁ μὲν κάλαμος σεισθεὶς καὶ ὑποκλιθεὶς τοῖς ἀνέμοις, ῥᾳδίως διεσώθη, ἡ δὲ ἐλαία ῥιζωθεῖσα, ἐπειδὴ ἀντέτεινε τοῖς ἀνέμοις, τῇ βίᾳ κατεκλάσθη, ἤλεγξεν αὐτὴν, ὅτι ματαίως [καὶ μάτην] ἐπαίρεται ἐπὶ τῇ οἰκείᾳ δυνάμει.

Ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ οἱ πρὸς τὸν καιρὸν καὶ τοὺς κρείττονας αὑτῶν μὴ ἀνθιστάμενοι κρείττονές εἰσι τῶν πρὸς μείζονας φιλονεικούντων. [Ἤ, ὅτι οὐ δεῖ τοῖς κρείττοσιν ἀντιπίπτειν.]

Τὰ δένδρα ποτὲ κατεασσόμενα ὑπὸ τῶν ἀνέμων, ὡς ἑώρων τοὺς καλάμους ἀσινεῖς διαμένοντας, ἐπυνθάνοντο αὐτῶν, πῶς καὶ τίνι τρόπῳ αὐτὰ μὲν, ἰσχυρὰ

92
καὶ ἐμβριθῆ ὄντα, οὕτως κατακλᾶται, οἱ δὲ, λεπτοὶ καὶ ἀσθενεῖς ὄντες, οὐδὲν πάσχουσι. Κἀκεῖνοι ἔφασαν· „ὅτι ἡμεῖς συνειδότες ἑαυτοῖς ἀσθένειαν εἴκομεν τῇ τῶν ἀνέμων προσβολῇ, καὶ οὕτως τὰς ὁρμὰς ἐκκλίνομεν· ὑμεῖς δὲ, πεποιθότες τῇ ἰδίᾳ δυνάμει, ἀντιστῆναι πειρᾶσθε, καὶ διὰ τοῦτο κατεάσσεσθε.“

Ὁ λόγος δηλοῖ, ὅτι πρὸς τὰ χαλεπὰ τῶν πραγμάτων τὸ εἴκειν τοῦ ἀντιτάσσεσθαι ἀσφαλέστερόν ἐστι.

Ὅτε πρῶτον κάμηλος ὤφθη, οἱ ἄνθρωποι φοβηθέντες καὶ τὸ μέγεθος καταπλαγέντες ἔφευγον. Ὡς δὲ χρόνου προϊόντος συνεῖδον αὐτῆς τὸ πρᾷον, ἐθάῤῥησαν μέχρι τοῦ προσελθεῖν. Αἰσθόμενοι δὲ κατὰ μικρὸν τὸ ζῶον ὡς χολὴν οὐκ ἔχει, εἰς τοσοῦτον καταφρονήσεως ἦλθον, ὥστε καὶ χαλινοὺς αὐτῇ περιθέντες παισὶν ἐλαύνειν δεδώκασιν.

Ὁ λόγος δηλοῖ, ὅτι τὰ φοβερὰ τῶν πραγμάτων ἡ συνήθεια μεγάλως καταπραΰνει.

Κάμηλος ποταμὸν διέβαινεν ὀξὺ ῥέοντα. Ἀφοδεύσασα δὲ, καὶ τὴν κόπρον εὐθὺς ἔμπροσθεν αὑτῆς ἰδοῦσα διὰ τὸ ὀξὺ τοῦ ῥεύματος, εἶπε· „τί τοῦτο; τὰ ἐξόπισθέν μου ἔμπροσθέν μου ὁρῶ διερχόμενα.“ Τῇ πόλει, ἧς ἔσχατοι καὶ ἄφρονες κρατοῦσιν ἀντὶ τῶν πρώτων καὶ φρονίμων, ἁρμόζει ὁ μῦθος.

Κάμηλος ἀναγκαζομένη ὑπὸ τοῦ ἰδίου δεσπότου ὀρχεῖσθαι, εἶπεν· „ἀλλʼ οὐ μόνον ὀρχουμένη εἰμὶ ἄσχημος, ἀλλὰ καὶ περιπατοῦσα.“

93

Ὁλόγος ἁρμόδιος πρὸς ἄνδρα, ἐν παντὶ ἔργῳ ἀπρέπειαν ἔχοντα.