De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

2. Γεννᾶται δ᾿ ἐν αὐτῷ βοτένη ἀράξα καλουμένη τῇ διαλέκτῳ τῶν ἐγχωρίων, ἥτις μεθερμηνευομένη λέγεται μισοπάρθενος· ἅμα γὰρ εὑρεθῆναι τὴν προειρημένην ὑπὸ παρθένων, αἵματος ποιησαμένη καταφορὰν μαραίνεται.

3. Καὶ λίθος δὲ ἐν αὐτῷ γεννᾶται σικύωνος καλούμενος μελάγχρους. Οὗτος ὅταν τις χρησμὸς ἀνθρωποκτόνος ἐκπέσῃ, τοῖς βωμοῖς τῶν ἀποτροπαίων θεῶν ὑπὸ δυεῖν ἐπιτίθεται παρθένων. Τοῦ δὲ ἱερέως αὐτοῦ τῇ μαχαίρα θιγόντος, αἵματος ἔκρυσις γίνεται δαψιλῆς. Καὶ τούτῳ τῷ τρόπῳ τὴν δεισιδαιμονίαν τελέσαντες μετʼ ὀλολυγμῶν ἀναχωροῦσι, τὸν λίθον πρὸς τὸν ναὸν προσενέγκαντες, καθὼς ἱστορεῖ Δωρόθεος ὁ Χαλδαῖος ἐν β΄ περὶ Λίθων.

4. Παράκειται δὲ αὐτῷ ὄρος Δίορφον καλούμενον ἀπὸ Διόρφου τοῦ γηγενοῦς, περὶ οὗ φέρεται ἱστορία τοιαύτη. Μίθρας υἱὸν ἔχειν βουλόμενος καὶ τὸ τῶν γυναικῶν γένος μισῶν πέτρᾳ τινὶ προσεξέθορεν. Ἔγκυος δὲ ὁ λίθος γενόμενος μετὰ τοὺς ὡρισμένους χρόνους ἐνέδωκε νέον τοὔνομα Δίορφον· ὃς ἀκμάσας καὶ εἰς ἅμιλλαν ἀρετῆς τὸν Ἄρη προκαλεσάμενος ἀνῃρέθη· οὗτος κατὰ πρόνοιαν θεῶν εἰς ὁμώνυμον ὄρος μετεμορφώθη.

5. Γεννᾶται δʼ ἐν αὐτῷ δένδρον ῥοιᾷ παραπλήσιον, καρπὸν δʼ ἄφθονον τρέφει μήλων τὴν γεῦσιν ἔχοντα, σταφυλῇ παρόμοιον. Ἐκ ταύτης τῆς ὀπώρας πέπειρον ἑάν τις καθελὼν ὀνομάσῃ τὸν Ἄρη, γίνεται κρατούμενος χλωρός, καθὼς ἱστορεῖ Κτησιφῶν ἐν ιγ΄ περὶ Δένδρων.