De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

3. Εὑρίσκεται δὲ ἐν αὐτῷ καὶ λίθος πελιδνὸς τῷ χρώματι, λινουργὸς καλούμενος ἀπὸ τοῦ συγκυρήματος· ἐὰν γὰρ βάλῃς αὐτὸν εἰς ὀθόνιον, διʼ ἔρωτος ἕνωσιν τὸ σχῆμα λαμβάνει καὶ ἄργιον --- γίνεται, καθὼς ἱστορεῖ Ἀντισθένης ἐν γ΄ Μελεαγρίδος. Μέμνηται δὲ τούτων ἀκριβέστερον Διοκλῆς ὁ Ῥόδιος ἐν τοῖς Αἰτωλικοῖς.

4. Παράκειται δὲ αὐτῷ ὄρος Καλυδὼν καλούμενον, τὴν προσηγορίαν εἰληφὸς ἀπὸ Καλυδῶνος, τοῦ Ἄρεως καὶ Ἀστυνόμης παιδός. Οὗτος γὰρ κατʼ ἄγνοιαν λουομένην ἰδὼν Ἄρτεμιν, τὴν μορφὴν τοῦ σώματος μετέβαλεν εἰς πέτραν· κατὰ δὲ πρόνοιαν θεῶν τὸ ὄρος καλούμενον Γυρὸν ἀπʼ αὐτοῦ Καλυδὼν μετωνομάσθη.

5. Γεννᾶται δ᾿ ἐν αὐτῷ βοτάνη μύωψ προσαγορευομένη· ἣν ἑάν τις εἰς ὕδωρ βαλὼν νίψηται τὸ πρόσωπον, ἀποβάλλιι τὴν ὅρασιν, Ἄρτεμιν δὲ ἐξιλασάμενος ἀνακτᾶται τὸ φῶς, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν γ΄ Αἰτωλικῶν.

1. Ἀράξης ποταμός ἐστι τῆς Ἀρμενίας, τὴν προσηγορίαν εἰληφὼς ἀπὸ Ἀράξου τοῦ Πύλου. Οὗτος γὰρ πρὸς Ἄρβηλον τὸν πάππον ὑπὲρ σκήπτρων ἁμιλλώμενος, αὐτὸν κατετόξευσε· ποινηλατούμενος δὲ ὑπὸ Ἐρινύων, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Βάκτρον, ὃς ἀπʼ αὐτοῦ Ἀράξης μετωνομάσθη, καθὼς ἱστορεῖ Κτησιφῶν ἐν α΄ Περσικῶν.

Ἀράξης, Ἀρμενίων βασιλεὺς, πρὸς τοὺς πλησιοχώρους Πέρσας πόλεμον ἔχων, καὶ τῆς παρατάξεως παρελκομένης, χρησμὸν ἔλαβεν, αὐτὸν ἔσεσθαι τῆς νίκης ἔγκρατῆ, ἐὰν θεοῖς ἀποτροπαίοις θύσῃ δύο τὰς εὐγενεστάτας παρθένους. Ὁ δὲ διὰ φιλότεκνον εὔνοιαν τῶν ἰδίων θυγατέρων φεισάμενος, ἑνὸς τῶν ὑποτεταγμένων κόρας περιβλέπτους τοῖς βωμοῖς προσαγαγὼν ἀνεῖλεν. Μνησάλκης δὲ, ὁ τῶν φονευθεισῶν

663
πατὴρ, βαρέως ἤνεγκεν τὴν πρᾶξιν, πρὸς καιρὸν στέξας τὴν ὕβριν· ἀφορμῆς δὲ δραξάμενος ἐξ ἐνέδρας τὰς τοῦ τυράννου θυγατέρας ἀπέκτεινε, καὶ καταλιπὼν τὸ πατρῷον ἔδαφος εἰς Σκυθίαν ἔπλευσεν. Ἀράξης δὲ περὶ τῶν συμβεβηκότων κατηχηθεὶς καὶ ἀθυμίᾳ συσχεθεὶς, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Ἅλμον, ὃς ἀπʼ αὐτοῦ Ἀράξης μετωνομάσθη.