Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Fr. 92

Θ. πρῶτόν φησιν Ἄνδρωνα τὸν Καταναῖον αὐλητὴν κινήσεις καὶ ῥυθμοὺς ποιῆσαι τῷ σώματι αὐλοῦντα, ὅθεν σιλελίζειν τὸ ὀρχεῖσθαι παρὰ τοῖς παλαιοῖς μεθʼ ὃν Κλεόφαντον Θηβαῖον. (Athenae. I, p. 22.)

Fr. 93

Διόπερ Θ. παράδειγμα ἐκτέθειται μεγαλοπρεπείας τὸ τοιοῦτον κῶλον· τῶν μὲν περὶ τὰ μηδενὸς ἄξια φιλοσοφούντων· οὐ γὰρ ἐκ παιώνων ἀκριβῶς ἀλλὰ παιωνικόν τί ἐστι. (Demetr. Phaler. de elocut. sect. 41.)

Fr. 94

Ὀργίζεται τὸ ψυχρὸν Θ. οὕτω· ψυχρόν ἐστι τὸ ὑπερβάλλον τὴν οἰκείαν ἀπαγγελίαν, οἷον ἀπυνδάκωτος οὐ τραπεζοῦται κύλιξ, ἀντὶ τοῦ ἀπύθμενος ἐπὶ τραπέζης οὐ τίθεται· τὸ γὰρ πρᾶγμα σμικρὸν ὂν οὐ δέχεται ὄγκον τοσοῦτον λέξεως. (Demetr. l. l. 114.)

Fr. 95

Ὡρίσατο τὸ κάλλος Θ. οὕτω· κάλλος ὀνόματός ἐστι τὸ πρὸς τὴν ἀκοὴν ἢ πρὸς τὴν ὄψιν ἡδὺ ἢ τὸ τῇ ἔντιμον. (Demetr. l. l. 173.)

Fr. 96

Ἐν τούτοις τε οὖν τὸ πιθανὸν καὶ ἐν ᾧ Θ. φησιν ὅτι οὐ πάντα ἐπʼ ἀκριβείας δεῖ μακρηγρεῖν, ἀλλʼ ἔνια καταλείπειν καὶ τῷ ἀκροατῇ συνιέναι καὶ λογίζεσθαι ἐξ αὑτοῦ· συνιεὶς γὰρ τὸ ἐλλειφθὲν ὑπὸ σοῦ οὐκ ἀκροατὴς μόνον ἀλλὰ καὶ μάρτυς σου γένεται καὶ ἅμα εὐμστερος· συνετὸς γὰρ ἑαυτῷ δοκεῖ διὰ σὲ, τὴν ἀφορμὴν αὐτῷ παρεσχηκότα τοῦ συνιέναι· τὸ δὲ πάντα ὡς ἀνοήτῳ λέγειν καταγινώσκοντι ἔοικε τοῦ ἀκροατοῦ. (Demetr. l. l. 222.)