Fragmenta varia

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

ἐπειδὴ καὶ τούτων παραλειπομένων γίγνεται τάδε αἴτια τοῦ εἶναι οὐχ ὡς ποιοῦντα ἀλλὰ ὡς μὴ κωλύοντα. Οὐδὲ γὰρ ἡ ἐκμέλεια τῆς ἐμμελείας αἰτία· ἐπειδὴ οὐκ ἂν γένοιτο ἐμμέλεια εἰ μὴ ἡ ἐκμέλεια παραπέμποιτο. Οὐδʼ ἄν τι ἄλλο ἐπιστημονικὸν γένοιτο εἰ μὴ τοὐναντίον ἀνεπίστημον τοῦ ἐπιστήμονος, ἀλλὰ παραπεμπόμενον, τοῦ μὴ κωλύειν.

Ὥστʼ οὐδὲ τὰ ὁιαστήματα τοῦ μέλους αἴτια ὡς ποιοῦντα ἀλλʼ ὡς μὴ κωλύοντα. Εἰ γάρ τις ἅμα φθέγγοιτο κατὰ τὸ συνεχὲς καὶ τοὺς μεταξὺ τόπους, ἆρʼ οὖν ἐκμελῆ ποιοῖτο φωνήν; ὧν οὖν μὴ παραπεμπομένων ἐκμέλεια γίγνοιτο ἂν οὐχὶ λειφθεῖεν κωλυσόντων. Μέγα οὖν ὄφελος τὸ περιίστασθαι ταύταις τὴν μελῳδίαν, ὥστε ἀνευρίσκειν τοὺς συνηρμοσμένους πρὸς ἀλλήλους φθόγγους· ἀλλʼ οὗτοι μὲν αἴτιοι τοῦ μέλους ὄντες, τὰ δὲ διαστήματα παραπεμπόμενα ἐπιδηλούμενα ἐκμελείας αἴτιά ἐστιν· ἧς καὶ ἀρχαὶ λέγοιντʼ ἂν οὐχὶ τῆς ἐμμελοῦς φωνῆς.

Οὔτʼ οὖν τὰ διαστήματα αἴτια τῆς ἐμμελείας ἀλλὰ βλαπτικὰ αὐτῆς φαινόμενά γε· οὔτε οἱ ἀριθμοὶ αἴτιοι τῇ ποσότητι διαφέρειν ἀλλήλων τοὺς φθόγγους· κατʼ ἄλλο γὰρ ἴσοι εὑρίσκονται οἱ βαρεῖς τοῖς ὀξέσι καθὸ καὶ ὁ πόνος ἴσος κατὰ τοὐναντίον· οὐ γὰρ ἧττον τῶν τοὺς ὀξεῖς φθόγγους φθεγγομένων οἱ τοὺς βαρεῖς πονοῦσι βιαζόμενοι εἰς τοὐναντίον πάλιν. Μία δὲ φύσις τῆς μουσικῆς, κίνησις τῆς ψυχῆς ἡ κατὰ ἀπόλυσιν γιγνομένη τῶν διὰ τὰ πάθη κακῶν. (Porphyr. ad Ptolemaei Harmonica ed. Wallis p. 241-244.)

Fr. 90

Θ. περὶ μουσικῆς ἀρχὰς μουσικῆς τρεῖς εἶναι λέγει, λύπην ἡδονὴν ἐνθουσιασμὸν, ὡς ἑκάστου τούτων παρατρέποντος ἐκ τοῦ συνήθους καὶ ἐγκλίνοντος τὴν φωνήν. (Plut. Qu. Sympos. P. 623.)

Fr. 91

Τὴν ἀκουστικὴν αἴσθησιν Θ. παθητικωτάτην εἶναι φησι πασῶν. (Plut. de audit. p. 37.)