De Signis Tempestatum

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ὕδατος μὲν οὖν ταῦτα λέγεται σημεῖα· ἀνέμου δὲ καὶ πνευμάτων τάδε. Ἀνατέλλων ὁ ἥλιος καυματίας κἂν μὴ ἀποστίλβῃ ἀνεμῶδες τὸ σημεῖον· καὶ ἐὰν κοῖλος φαίνηται ὁ ἥλιος ἀνέμου ἢ ὕδατος τὸ σημεῖον. Καὶ ἐὰν ἐπὶ πολλὰς ἡμέρας καυματίας αὐ- χμοὺς καὶ ἀνέμους πολυχρονίους σημαίνει. Ἐὰν αἱ ἀκτῖνες αἱ μὲν πρὸς βορρᾶν αἱ δὲ πρὸς νότον σχίζωνται τούτου μέσου ὄντος κατʼ ὄρθρον κοινὸν ὕδατος καὶ ἀνέ- μου σημεῖόν ἐστιν.

Ἔστι δὲ σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ τὰ μὲν μέλανα ὕδατος τὰ δʼ ἐρυθρὰ πνεύματος. Ἐὰν δὲ καὶ ὁ μεὶς βορείου ὄντος ὀρθὸς εἱστήκῃ ζέ- φυροι εἰώθασιν ἐπιπνεῖν καὶ ὁ μὴν χειμερινὸς διατελεῖ. Ὅταν μὲν ἡ κεραία ἡ ἄνω τοῦ μηνὸς ἐπικύπτῃ βό- ρειος ὁ μείς· ὅταν δʼ ἡ κάτωθεν νότιος· ἐὰν δʼ ὀρθὸς καὶ μὴ καλῶς ἐγκεκλιμένος μέχρι τετράδος καὶ εὔκυκλος εἴωθε χειμάζειν μέχρι διχομηνίας. Σημαίνει ζοφώδης μὲν ὢν ὕδωρ πυρώδης δὲ πνεῦμα.

Αἴθυιαι καὶ νῆτται πτερυγίζουσαι καὶ ἄγριαι καὶ τιθασσαὶ ὕδωρ μὲν σημαίνουσι δυόμεναι, πτερυγίζουσαι δὲ ἄνεμον. Οἱ κέπφοι εὐδίας οὔσης ὅποι ἂν πέτωνται ἄνεμον προ- σημαίνουσι. Στρουθοὶ χειμῶνος ἀφʼ ἑσπέρας θορυ- βοῦντες ἢ ἀνέμου μεταβολὴν σημαίνουσιν ἢ ὕδωρ ὑέτιον. Ἐρωδιὸς ἀπὸ θαλάσσης πετόμενος καὶ βοῶν πνεύματος σημεῖόν ἐστι· καὶ ὅλως βοῶν μέγα ἀνεμώ- δης.

Κύων κυλινδούμενος χαμαὶ μέγεθος ἀνέμου σημαίνει. Ἀράχνια πολλὰ φερόμενα πνεῦμα ἢ χεμῶνα σημαίνει. Ἡ ἄμπωτις βόρειον πνεῦμα σημαίνει, πλημμύρα δὲ νότιον. Ἐὰν μὲν γὰρ ἐκ βορείων πλημμύρα ἥκῃ εἰς νότιον μεταβάλλει, ἐὰν δʼ ἐκ νοτίων ἄμπωτις γίνηται εἰς βόρειον μεταβάλλει. Θάλασσα οἰδοῦσα καὶ ἀκταὶ βοῶσαι καὶ αἰγιαλὸς ἠχῶν ἀνεμά̓ης. Καὶ ὁ μὲν βορέας λήγων ἐλάττων ὁ δὲ νότος ἀρχόμενος. Παρήλιος ὁπόθεν ἂν ᾖ ὕδωρ ἢ ἀνέμον σημαίνει.

Ἡ πέμπτη καὶ δεκάτη ἀπὸ τροπῶν τῶν χειμερινῶν ὡς τὰ πολλὰ νότιος. Βορείων δὲ γι- νομένων ξηραίνει πάντα, νοτίων δὲ ὑγραίνει. Ἐὰν δὲ νοτίων ὄντων ψοφῇ τι τῶν κεκολλημένων εἰς τὰ νότια σημαίνει τὴν μεταβολήν· ἐὰν δὲ πόδες οἰδῶσι νοτία ἡ μεταβολή. Τὸ δὲ αὐτὸ σημεῖον καὶ ἐκνεφίου. Καὶ ὀδαξῶν τὸν δεξιὸν --- ἐχῖνος ὁ χερσαῖος σημαντικόν· ποιεῖται δὲ δύο ὀπὰς ὅπου ἂν οἰκῇ, τὴν μὲν πρὸς βορρᾶν τὴν δὲ νοτόθεν· ὁποτέραν δʼ ἂν ἀποφράττῃ ἐντεῦθεν πνεῦμα σημαίνει, ἐὰν δʼ ἀμφοτέρας ἀνέμου μέγεθος.

Ἐὰν ὄρος πρὸς βορρᾷ ἄνεμον προσημαίνει. Ἐὰν ἐν θαλάττῃ ἐξαίφνης πνεύματος γαλήνη γίνηται μετα- βολὴν πνεύματος ἢ ἐπίδοσιν. Ἐὰν ἄκραι μτέωροι φαίνονται ἢ καὶ νῆσοι ἐκ μιᾶς πλείους νοτίαν μεταβο- λὴν σημαίνει· γῆ τε μέλαινα ὑποφαινομένη βόρειον λευκὴ δὲ νότιον. Αἱ ἄλωνες περὶ τὴν σελήνην πνευματώδεις μᾶλλον ἢ περὶ ἥλιον· σημαίνουσι δὲ πνεῦμα ῥαγεῖσαι περὶ ἄμφω, καὶ ᾗ ἂν ῥαγῇ ταύτῃ πνεῦμα. Ἐπινεφέλων ὅθεν ἂν ἀνατέλληται ἐντεῦθεν ἄνεμος. Αἱ κηλάδες νεφέλαι θέρους ἄνεμον σημαίνουσι.

Ἐὰν ἀστραπὴ παταχόθεν γίνηται ὕδωρ σημαίνει,

καὶ ὅθεν ἂν αἱ ἀστραπαὶ πυκναὶ γίνωνται ἐντεῦθεν πνεύματα γίνεται. Θέρους ὅθεν ἂν ἀστραπαὶ καὶ βρονταὶ γίνωνται ἐντεῦθεν πνεύματα γίνεται ἰσχυρά· ἐὰν μὲν σφόδρα καὶ ἰσχυρὸν ἀστράπτῃ θᾶττον καὶ σφοδρότερον πνεύσουσιν, ἐὰν δ' ἠρέμα καὶ μανῶς κατ' παύουσι γὰρ τὰ πνεύματα αἱ ἀστραπαί· καὶ ὅσῳ ἂν ἰσχυρότεραι γίνωνται ἀστραπαὶ καὶ βρονταὶ τοσούτῳ μᾶλλον παύονται· τοῦ δʼ ἔαρος ἧττον ἂν ταὐτὰ σημεῖα λέγω, ὥσπερ καὶ χειμῶνος.

Ἐὰν νότου πνέοντος βορρᾶθεν ἀστράπτῃ παύεται· ἐὰν ἕωθεν ἀστράπτῃ εἴωθε παύεσθαι τριταῖος, οἱ δὲ ἄλλοι πεμπταῖοι ἑβδομαῖοι ἐναταῖοι, οἱ δὲ δειλινοὶ ταχὺ παύονται. Οἱ βορέαι παύονται ὡς ἐπὶ τὸ πολὺ ἐν περιτταῖς οἱ δὲ νότοι ἐν ἀρτίαις. Ἄνεμοι αἴρονται ἁμʼ ἡλίῳ ἀνατέλλοντι καὶ σελήνῃ. Ἐὰν ἀνατέλλων ὁ ἥλιος καὶ σελήνη μὴ παύσωσιν ἐπιτείνει τὰ πνεύματα· χρονιώτερα δὲ καὶ ἰσχυρότερα τὰ πνεύματα γίνεται τὰ ἡμέρας ἢ νύκτωρ ἀρχόμενα.

Ἐὰν ἐτησίαι πολὺν χρόνον πνεύσωσι καὶ μετόπωρον γένηται ἀνεμῶδες ὁ χειμὼν νήνεμος γίνεται, ἐὰν δʼ ἐναντίως καὶ ὁ χειμὼν ἐναντίος. Πρὸς κορυφῆς ὄρους ὁπόθεν ἂν νεφέλη μηκύνηται ταύτῃ ἄνεμος πνευσοῦνται. Αἱ νεφέλαι ἐκ τῶν ὄπισθεν προσίζουσαι καὶ ὄπισθεν πνευσοῦνται. Ἄθως μέσος διεζευγμένος νότιος καὶ ὅλως τὰ ὄρη διεζωσμένα νότια ὡς τὰ πολλά. Οἱ κομῆται ἀστέρες ὡς τὰ πολλὰ πνεύματα σημαίνουσιν, ἐὰν δὲ πολλοὶ καὶ αὐχμόν. Μετὰ χιόνα νότος, μετὰ πάχνην βορέας εἴωθε πνεῖν. Μύκητες ἐπὶ λύχνου νότιον πνεῦμα ἢ ὕδωρ σημαίνουσιν.

Αἱ δὲ στάσεις τῶν πνευμάτων οὕτως ἔχουσιν ὡς ἐν τῷ γράμματι διώρισται. Τῶν δʼ ἀνέμων ἔτι πνέουσι τοῖς ἄλλοις ἐπιπίπτουσι μάλιστα ἀπαρκτίας, θρακίας, ἀργέστης. Ὅταν δὲ μὴ ὑπʼ ἀλλήλων διαλύωνται τὰ πνεύματα ἀλλʼ αὐτὰ καταμαρανθῶσι μεταβάλλουσιν εἰς τοὺς ἐχομένους ἐπὶ δεξιὰ ὥσπερ ἡ τοῦ ἡλίου ἔχει φορά. Ὁ νότος ἀρχόμενος ξηρὸς τελευτῶν δὲ ὑγρός. Καὶ ὁ εὖρος. Ὁ δʼ ἀπηλιώτης ἀπὸ ἀνατολῆς ἰσημερινῆς ὑδατώδης· διὰ λεπτῶν δὲ ἄγει τὰ ὕδατα.

Ὑγροὶ δὲ μάλιστα ὅ τε καικίας καὶ λίψ· χαλαζώδης δʼ ἀπαρκτίας καὶ θρακίας καὶ ἀργέστης· νιφετώδης δὲ ὅ τε μέσης ἢ βορέας καὶ ἀπαρκτίας· καυματώδης δὲ νότος καὶ ζέφυρος καὶ εὖρος· οἱ μὲν οἷς ἂν ἐκ πελάγους προσπίπτωσιν οἱ δὲ οἷς ἂν διὰ γῆς. Δασύνουσι δʼ οὐρανὸν νέφεσι καὶ καλύπτουσι καικίας μάλιστα εἶτα λίψ. Καὶ οἱ μὲν ἄλλοι ἄνεμοι ἀφ' ἑαυτῶν τὰ νέφη ὠθοῦσι καικίας δὲ μόνος πνέων εἰς ἑαυτόν. Αἴθριοι δὲ μάλιστα θρακίας καὶ ἀργέστης καὶ τῶν λοιπῶν ἀπαρκτίας· ἐκνεφίαι δὲ μάλιστα ὅ τε ἀπαρκτίας καὶ ὁ θρακίας καὶ ὁ ἀργέστης.

Γίνονται δὲ ἐκνεφίαι ὅταν εἰς ἀλλήλους ἐμπίπτωσι πνέοντες μάλιστα μὲν μετοπώρου τῶν δὲ λοιπῶν ἔαρος. Ἀστραπαῖος δὲ θρακίας καὶ ἀργέστης καὶ ἀπαρκτίας καὶ μέσης. Ἐὰν ἐν τῇ θαλάττῃ πάπποι φέρωνται πολλοὶ οἱ γινόμενοι ἀπὸ τῶν ἀκανθῶν ἄνεμον σημαίνουσιν ἔσεσθαι

μέγαν. Ὅθεν ἂν ἀστέρες διᾴττωσι πολλοὶ ἄνεμον ἐντεῦθεν· ἐὰν δὲ πανταχόθεν ὁμοίως πολλὰ πνεύματα σημαίνουσι· πευμάτων μὲν οὖν σημεῖα ταῦτα.