De Signis Tempestatum

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Καὶ οἱ μύκητες ἐὰν νότια ᾖ ὕδωρ σημαίνουσι, σημαίνουσι δὲ καὶ ἄνεμον κατὰ λόγον ὡς ἂν ἔχωσι πλήθους καὶ μεγέθους, σμικροὶ δὲ καὶ κεγχρώδεις καὶ λαμπροὶ ὕδωρ καὶ ἄνεμον. Καὶ ὅταν χειμῶνος τὴν φλόγα ὁ λύχνος ἀπωθῇ διαλιπὼν οἷον πομφόλυγας ὕδατος σημεῖον, καὶ ἐὰν πηδῶσιν αἱ ἀκτῖνες ἐπʼ αὐτὸν, καὶ ἐὰν σπινθῆρες ἐπιγένωνται.

Ὄρνιθες λουόμενοι μὴ ἐν ὕδατι βιοῦντες ὕδωρ ἢ χειμῶνας σημαίνουσι. Καὶ φρύνη λουομένη καὶ βάτραχοι μᾶλλον ᾄδοντες σημαίνουσιν ὕδωρ. Καὶ ἡ σαύρα φαινομένη ἣν καλοῦσι σαλαμάνδραν, ἔτι δὲ καὶ χλωρὸς βάτραχος ἐπὶ δένδρου ᾄδων ὕδωρ σημαίνει. Χελιδόνες τῇ γαστρὶ τύπτουσαι τὰς λίμνας ὕδωρ σημαίνουσι. Βοὺς τὴν προσθίαν ὁπλὴν λείξας χειμῶνα ἢ ὕδωρ σημαίνει.

Κορώνη ἐπὶ πέτρας κορυσσομένη ἣν κῦμα κατακλύζει ὕδωρ σημαίνει· καὶ κολυμβῶσα πολλάκις καὶ περιπετομένη ὕδωρ σημαίνει. Κόραξ πολλὰς μεταβάλλειν εἰωθὼς φωνὰς, τούτων ἐὰν ταχὺ δὶς φθέγξηται καὶ ἐπιρροιζήση καὶ τινάξῃ τὰ πτέρα ὕδωρ σημαίνει. Καὶ ἐὰν ὑετῶν ὄντων πολλὰς μεταβάλλῃ φωνὰς καὶ ἐὰν φθειρίζηται ἐπʼ ἐλαίας. Καὶ ἐάν τε εὐδίας ἐάν τε ὕδατος ὄντος μιμῆται τῇ φωνῇ οἷον σταλαγμοὺς ὕδωρ σημαίνει. Ἐάν τε κόρακες ἐάν τε κολοιοὶ ἄνω πέτωνται καὶ ἱερακίζωσιν ὕδωρ σημαίνουσι. Καὶ ἐὰν κόραξ εὐδίας μὴ τὴν εἰωθυῖαν φωνὴν ἴῃ καὶ ἐπιρροιβδῇ ὕδωρ σημαίνει.

Ἐὰν ἱέραξ ἐπὶ δένδρου καθεζόμενος καὶ εἴσω εἰσπετόμενος φθειρίζηται ὕδωρ σημαίνει. Καὶ θέρους ὅταν πολλοὶ ἀθρόοι φαυ νῶσιν ὄρνιθες οἳ βιοτεύουσιν ἐν νήσῳ ὕδωρ σημαίνουσιν· ἐὰν δὲ μέτριοι ἀγαθὸν αἰξὶ καὶ βοτοῖς, ἐὰν δὲ πολλοὶ ὑπερβολῇ αὐχμὸν ἰσχυρόν. Ὅλως δὲ ὄρνιθες καὶ ἀλεκτρυόνες φθειριζόμενοι ὑδατικὸν σημεῖον καὶ ὅταν μιμῶνται ὕδωρ ὡς ὗον.

Καὶ ἡ νῆττα ἥμερος ἐὰν ὑπιοῦσα ὑπὸ τὰ γεῖσα ἀποπτερυγίζηται ὕδωρ σημαίνει, ὁμοίως δὲ καὶ κολοιοὶ καὶ ἀλεκτρυόνες ἐάν τε ἐπὶ λίμνῃ ἢ θαλάττῃ ἀποπτερυγίζωνται ὡς νῆττα ὕδωρ σημαίνει. Καὶ ἐρωδιὸς ὄρθριον φθεγγόμενος ὕδωρ ἢ πνεῦμα σημαίνει· καὶ ἐὰν ἐπὶ θάλατταν πετόμενος βοᾷ μᾶλλον ὕδατος σημεῖον ἢ πνεύματος, καὶ ὅλως βοῶν ἀνεμῶδες.

Καὶ ὁ σπίνος ἐν οἰκίᾳ οἰκουμένῃ ἐὰν φθέγξηται ἕωθεν ὕδωρ σημαίνει ἢ χειμῶνα. Καὶ χύτρα σπινθηρίζουσα πᾶσα περίπλεως ὕδατος σημεῖον. Καὶ ἴουλοι πολλοὶ πρὸς τοῖχον ἕρποντες ὑδατκόν. Δελφὶς

παρὰ γῆν κολυμβῶν καὶ ἀναδυόμενος πυκνὰ ὕδωρ ἢ χειμῶνα σημαίνει.

Ὕμηττος ἐλάττων, ἄνυδρος καλούμενος, ἐὰν τῷ κοίλῳ νεφέλιον ἔχῃ ὕδατος σημεῖον· καὶ ἐὰν ὁ μέγας Ὕμηττος τοῦ θέρους ἔχῃ νεοφέλας ἄνωθεν καὶ ἐκ πλαγίου ὕδατος σημεῖον. Καὶ ἐὰν ὁ ἄνυδρος Ὕμηττος λευκὰς ἔχῃ ἄνωθεν καὶ ἐκ πλαγίου. Καὶ ἐὰν περὶ ἰσημερίαν λὶψ πνεύσῃ ὕδωρ σημαίνει.

Αἱ δὲ βρονταὶ αἱ μὲν χειμεριναὶ καὶ ἑωθιναὶ μᾶλλον ἄνεμον ἢ ὕδωρ σημαίνουσιν· αἱ δὲ θεριναὶ μεσημβρίας καὶ ἑσπεριναὶ βρονταὶ ὑδατικὸν σημεῖον. Ἀστραπαὶ δὲ ἐάν γε πανταχόθεν γένωνται ὕδατος ἂν ἢ ἀνέμου σημεῖον, καὶ ἑσπεριναὶ ὡσαύτως. Καὶ ἐὰν ἀκρωρίας νότου πνέοντος νοτόθεν ἀστράψῃ ὕδωρ σημαίνει ἢ ἄνεμον. Καὶ ζέφυρος ἀστράπτων πρὸς βορείου ἢ χειμῶνα ἢ ὕδωρ σημαίνει. Καὶ θέρους αἰ ἑσπέριαι ἀστραπαὶ ὕδωρ αὐτίκα σημαίνουσιν ἢ τριῶν ἡμερῶν. Καὶ ὀπώρας βορρᾶθεν ἀστραπαὶ ὑδατικὸν σημεῖον.

Ἡ Εὔβοια ὅταν διαζωσθῇ μέση ὕδωρ διὰ ταχέων. Καὶ ἐὰν ἐπὶ τὸ Πήλιον νε͂ φέλη προσίζῃ ὅθεν ἂν προσίζῃ ἐντεῦθεν ὕδωρ ἢ ἄνεμον σημαίνει. Ὅταν ἶρις γένηται ἐπισημαίνει· ἐάν τε πολλαὶ ἴριδες γένωνται σημαίνει ὕδωρ ἐπὶ πολύ. Ἀλλὰ πολλάκις καὶ οἱ ὀξεῖς ἥλιοι ὅταν ἐκ νεφέλης. Πύρμηκες ἐν κοίλῳ χωρίῳ ἐὰν τὰ ὠὰ ἐκφέρωσιν ἐκ τῆς μυρμηκιᾶς ἐπὶ τὸ ὑψηλὸν χωρίον ὕδωρ σημαίνουσιν, ἐὰν δὲ καταφέρωσιν εὐδίαν. Ἐὰν παρήλιοι δύο γένωνται καὶ ὁ μὲν νοτόθεν ὁ δὲ βορρᾶθεν, καὶ ἅλως ἅμα ὕδωρ διὰ ταχέων σημαίνουσι. Καὶ ἅλως αἱ μέλαιναι ὑδατικὸν καὶ μᾶλλον αἱ δείλης.

Ἐν τῷ καρκίνῳ δύο ἀστέρες εἰσὶν, οἱ καλούμενοι ὄνοι, ὧν τὸ μεταξὺ τὸ νεφέλιον ἡ φάτνη καλουμένη. Τοῦτο ἐὰν ζοφῶδες γένηται ὑδατικόν. Ἐὰν μὴ ἐπὶ κυνὶ ὕσῃ ἢ ἐπὶ Ἀρκτούρῳ ὡς ἐπὶ τὸ πολὺ πρὸς ἰσημερίαν ὕδωρ ἢ ἄνεμος. Καὶ τὸ δημόσιον τὸ περὶ τὰς μυίας λεγόμενον ἀληθές· ὅταν γὰρ δάκνωσι σφόδρα ὕδατος σημεῖον. Σπίνος φθεγγόμενος ἕωθεν μὲν ὕδωρ σημαίνει ἢ χειμῶνα, δείλης δὲ ὕδωρ.

Τῆς δὲ νυκτὸς ὅταν τὸν Ὕμηττον κάτωθεν τῶν ἄκρων νεφέλη διαζώσῃ λευκὴ καὶ μακρὰ ὕδωρ γίνεται ὡς τὰ πολλὰ μετρίων ἡμερῶν. Καὶ ἐὰν ἐν Αἰγίνῃ καὶ ἐπὶ τοῦ Διὸς τοῦ Ἑλλανίου νεφέλη καθίζηται ὡς τὰ πολλὰ ὕδωρ γίνεται. Ἐὰν ὕδατα πολλὰ γίνηται χειμερινὰ τὸ ἔαρ ὡς τὰ πολλὰ γίνεται αὐχμηρόν· ἐὰν δʼ αὐχμηρὸς ὁ χειμῶν τὸ ἔαρ ὑδατῶδες. Ὅταν χιόνες πολλαὶ γίνωνται ὡς τὰ πολλὰ εὐετηρία γίνεται.

Φασὶ δέ τινες καὶ εἰ ἐν ἄστρασι ἄνθραξι corr. λαμπρὰ χάλαζα ἐπιφαίνηται χάλαζαν προσημαίνειν ὡς τὰ πολλά· ἐὰν δὲ ὥσπερ κέγχροι μικροὶ λαμπροὶ πολλοὶ, ἀνέμου μὲν ὄντος εὐδίαν, μὴ ἀνέμου δὲ ὕδωρ ἢ ἄνεμον. Ἔστι δʼ ἄμεινον πρῶτον γίνεσθαι βόρειον ὕδωρ νοτίου καὶ τοῖς φυομένοις καὶ τοῖς ζώοις· δεῖ δὲ γλυκὺ εἶναι καὶ μὴ ἁλμυρὸν τοῖς γευομένοις. Καὶ ὅλως ἔτος βέλτιον νοτίου βόρειον καὶ ὑγιεινότερον. Καὶ ὅταν πάλιν ὀχεύωνται πρόβατα ἢ αἶγες χειμῶνος μακροῦ σημεῖον.