De Ventis

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Τὰ δὲ τοιάδε κοινὰ πάντων τῶν ἀνέμων οἷον ὅσα σημειώδη καθʼ ἕκαστον ἐν τῷ μέλλειν· ὁ γὰρ ἀὴρ ἀχλυούμενος κατὰ πυκνότητα καὶ μανότητα ἢ κατὰ θερμότητα καὶ ψύξιν ἢ κατʼ ἄλλην τινὰ τοιαύτην διάθεσιν ἐξεδήλωσεν ἀεὶ τὴν ἐπιοῦσαν πνοήν· ὁμοιοπαθῆ γὰρ τὰ κατὰ τὸν ἀέρα καὶ προτερεῖ τῶν ἀνέμων εἰς τὴν ἡμετέραν αἴσθησιν. Ὡσαύτως δὲ καὶ ἐπὶ

τῆς θαλάττης καὶ τῶν ὑδάτων ἐστί τισι τὰ αὐτὰ σημεῖα λαβεῖν· ἐπεὶ καὶ τὰ κύματα προανιστάμενα καὶ προεκπίπτοντα σημαίνει τοὺς ἀνέμους· προωθεῖται δʼ οὐ συνεχῶς ἀλλὰ κατὰ μικρόν· τὸ δὲ προωσθὲν ἄλλο προέωσε καὶ πάλιν ὑπʼ ἄλλης πνοῆς ἐκινήθη μαρανθείσης τῆς πρώτης· εἶθʼ οὕτως ἀεὶ προωθούμενα προσέρχεται· παρόντος δὲ τοῦ κινουμένου φανερὸν ὅτι καὶ τὸ κινοῦν ἥξει. Συμβαίνει δὲ καὶ ὑστερεῖν τὰ κύματα τῶν πνευμάτων· ὕστερον γὰρ διαλύονται καὶ παρακμάζουσι διὰ τὸ δυσκινητότατον καὶ δυσκαταπαυστότερον.

Κοινὰ δὲ καὶ τὰ τοιαῦτα πλειόνων οἷον ἀστέρων τε διᾳττόντων καὶ παρηλίων φάσις καὶ ἀπομάρανσις ἢ ῥῆξις καὶ εἴ τι τοιοῦθʼ ἕτερον. Πρότερον γὰρ ὁ ἀὴρ ὁ ἄνω τῷ πάσχειν ἀποδηλοῖ τὴν τῶν πνευμάτων φύσιν. Ἔτι δὲ τὸ ἐπὶ τέλει μεγίστους εἶναι, καὶ γὰρ τοῦτο κοινὸν πλείοσιν· ὅταν γὰρ ἀθρόον ἐμπνεύσωσι μικρὸν γίγνεται τὸ λοιπόν. Τὰ μὲν οὖν τοιαῦτα καθάπερ εἴρηται κοινά πως τῆς οὐσίας.

Ἐστι δὲ τὰ καθʼ ἕκαστον ἴδια κατὰ τὴν ἑκάστου φύσιν καὶ θέσιν, ὧν τὰ μὲν τοῖς τόποις μερίζεται καθʼ οὓς καὶ πρὸς οὓς αἱ πνοαὶ, τὰ δὲ ταῖς ἀρχαῖς ἀφʼ ὧν, τὰ δὲ ἄλλοις τοιούτοις. Ἰδιώτατα δʼ οὖν ὡς εἰπεῖν τὰ περὶ τὸν καικίαν libri ἀπαρκτίαν καὶ τὰ περὶ τὸν ζέφυρόν ἐστιν. Ὁ μὲν γὰρ καικίας libri ἀπαρκτίας μόνος ἐφʼ αὑτὸν ἄγει τὰ νέφη καθάπερ καὶ ἡ παροιμία λέγει, "ἕλκων ἐφʼ αὑτὸν ὥστε καικίας νέφη".