De Ventis

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ἐκεῖνο δʼ ἂν δόξειεν ἄτοπον καὶ παράλογον εἶναι διὰ τί τῶν ὑψηλῶν τόπων τὰ μὲν προσήνεμα πάντα ἀπνεύματα τυγχάνει τὰ δʼ ἐπισκεπῆ πνευματώδη, καὶ οὐ μετρίως ἀλλὰ σφοδρῶς· οἷον ἐν Πλαταιαῖς τῆς Βοιωτίας κειμέναις πρὸς τὸν βορέαν ὁ μὲν βορέας εὐδιεινὸς, ὁ δὲ νότος μέγας καὶ χειμερινὸς καὶ ἐπιπροσθοῦντος τοῦ Κιθαιρῶνος. Καὶ πάλιν παρὰ μὲν τὰ κοῖλα τῆς Εὐβοίας ὑπὸ τοὺς ἐτησίας τροπαῖαι παραθέουσιν, ἐν Καρύστῳ δὲ τηλικοῦτοι πνέουσιν ὥστε ἐξαίσιον εἶναι μέγεθος.

Ἔτι δὲ τῆς Κουριάδος ἐν τῷ καλουμένῳ Φαιστῷ κειμένῳ πρὸς νότον ὑψηλῷ καὶ ἀποτόμῳ θαυμαστόν τι κῦμα μὲν εἰσπίπτει, πνεῦμα δʼ οὐκ ἔστιν ἀλλὰ καὶ τὰ πλοῖα προσορμίζονται τοῖς λειωτοῖς ἀλιμένων ὄντων τῶν τόπων τῶν πλησίον, καὶ τὰ συμβαίνοντα θεωρεῖν ἐστί. Αἴτιον δὲ τοῦ μὲν μὴ διικνεῖσθαι τὸ πνεῦμα πρὸς τὴν γῆν τὸ μὴ ὑπάγειν τὸν ἀέρα μηδὲ ῥεῖν, ὅπερ συμβαίο νει διὰ τὸ ὕψος πρὸς κα --- οὐχ ὑπεραίρων. Ὅτι δʼ ὑπεξάγειν ἀεὶ δεῖ καὶ μὴ ἵστασθαι τὸν ἀέρα φανερόν· ἐν γὰρ τοῖς οἰκήμασιν οὗ τις ἂν κατακλείσῃ τὰς θύρας ἧττον διὰ θυρίδων ἡ πνοὴ φέρεται· πλῆρες γὰρ ὂν καὶ μὴ ὑπεξάγον οὐκ εἰσδέχεται τὸν ἔξωθεν ἀέρα· πρὸς γὰρ τὸ κενὸν ἡ φορά· διὸ καὶ τὸ ἕλκειν οὐ καλῶς λέγεται.

Τὰ δὲ πρὸς βορέαν καὶ ὅλως κατʼ ἀνέμους ἐπισκεπῆ διὰ τοῦτο πνευματωδέστερα, διότι συμβαίνει συναθροιζόμενον ἐπὶ τὸ ὕψος οἷον· ὑπερχεῖσθαι τὸ πνεῦμα καὶ ἐμπίπτειν ἀθρόον· ἧ γὰρ ἂν ἐπιβρίσῃ ταύτῃ κατέρρηξεν ἀληθῶς ἀθρόον. Γίνονται δὲ καὶ αἱ καταιγίδες ἐν τοῖς τοιούτοις· συστροφαὶ γὰρ ἐνταῦθα καὶ ἀθροισμὸς πνεύματος. Ὥσθʼ ὅταν ἐκραγῇ καθάπερ πληγὴν ἐποίησεν. Ἴσχυρὸν γὰρ τὸ ἀθρόον καὶ συνεχὲς ὥσπερ καὶ ἐπὶ τῶν τυφώνων. Ἃ μὲν οὖν διὰ τοὺς τόπους συμβαίνει ταῦτα καὶ τοιαῦτα τυγχάνει. Πολλὰ δʼ ἐστὶ καὶ πολλαχοῦ περὶ ὧν ἑκάστου τῆς ἱστορίας λέγειν.