On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ταῦτα μὲν οὖν ἀμφοῖν κοινά. νοσήματα δὲ τῶν ἀγρίων οὐ λέγεται, τῶν δ᾽ ἡμέρων λέγεται πλείω, τάχα δὲ καὶ ἔστι διὰ τὴν ἀσθένειαν ὧν τὰ μὲν ἀνώνυμα, τὰ δὲ ὠνομασμένα, καθάπερ ἡ ψώρα καὶ ὁ σφακελισμὸς καὶ ἀστρόβλητα καὶ σκωληκόβροτα γίνεσθαι. ἀστρόβλητα μὲν οὖν μάλιστα γίνεται τὰ φυτὰ καὶ οἱ μόσχοι διὰ τὴν ἀσθένειαν. συμβαίνει δὲ τὸ πάθος ὅταν ἡ γῆ ξηρανθῇ καὶ μὴ ἔχωσιν ἕλκειν ὑγρότητα, δι᾽ ὃ καὶ ὑπὸ τὸ ἄστρον πλεῖστα·

τὰ δὲ πρεσβύτερα διὰ τὴν ἰσχὺν ἀντέχει τε μᾶλλον καὶ ἕλκει πόρρωθεν, ἔτι δ᾽ ὑγρότης ἡ οἰκεία πιοτέρα καὶ λιπαρωτέρα καὶ πρωϊκαρπότερα τῶν νέων καὶ ὅσα ἂν προδείξωσιν πάντ᾽ ἐκφέρουσιν· ὅλως δὲ πᾶσαν μεταβολὴν ἧττον δύναται τὰ ἀσθενέστερα φέρειν, ὑπὸ δὲ τὸ ἄστρον καὶ διυγραίνεταί πως μᾶλλον τὰ δένδρα, καθάπερ πρότερον ἐλέχθη, δι᾽ ὃ καὶ ἡ ἐπιβλάστησις· ἡ μὲν οὖν ἀστροβολία διὰ ταῦτα συμβαίνει καὶ ἔτι διὰ τὰς πληγὰς τὰς ἔξωθεν καὶ τὰς ἑλκώσεις· ἀσθενέστερα γὰρ διὰ ταῦτα γίνεται καὶ ἐπὶ πλέον αὐτῶν αἱ δυνάμεις διϊκνοῦνται· σκωληκοῦται δὲ μᾶλλον τὰ πρεσβύτερα.

συμβαίνειν δὲ δοκεῖ καὶ τοῦτο τὸ πάθος ἢ διὰ τὰς ἑλκώσεις τῶν περισκαπτομένων ἢ ὅταν ἐκδιψήσῃ διὰ τοὺς αὐχμούς· ἐκ μὲν γὰρ τῆς πληγῆς σήπεται, ἀλλοιούμενα δὲ τῇ σήψει ζωογονεῖ καθάπερ καὶ τὰ ἄλλα· ἐκ δὲ τοῦ διψῆσαι διὰ τὸ ἔλαττον ἔχειν τοῦ συμμέτρου τὸ ὑγρόν· οἷον γὰρ ἔκστασις γίνεταί τις ἐκ φύσεως, ἐν δὲ τῇ ἐκστάσει μεταβολὴ καὶ ἀλλοίωσις, ἐν δὲ τῇ μεταβολῇ διὰ τὴν σῆψιν ἡ ζωογονία. συμβαίνει δὲ τοῦτο καὶ ἐν ταῖς ἀφαυαινομέναις· ἐνισχύει γὰρ τότε τὸ θερμόν. σκωληκοῦνται δὲ μάλισθ᾽ αἱ μηλέαι δι᾽ ὃ κἀν τοῖς ἐμπύροις φαῦλαι· ταχὺ γὰρ αἱ ῥίζαι ξηραίνονται.

κοινότατα δὲ φαίνεται τῶν νοσημάτων εἶναι τοῦτό τε καὶ ἡ ἀστροβολησία. πάντα γὰρ ὡς εἰπεῖν σκώληκα ἴσχει πλὴν

τὰ μὲν πλείους καὶ θᾶττον ἀπόλλυται, καθάπερ μηλέα συκῆ ἄπιος, τὰ δ᾽ ἐλάττους καὶ βραδύτερον. ἥκιστα δὲ σκωληκοῦται τὰ δριμέα οὐχ ὅτι ἄσηπτα μόνον, ἀλλ᾽ ὅτι καὶ ἡ δριμύτης κωλύει ζωογονεῖν· σημεῖον δὲ τὸ τῆς δάφνης· αὕτη μὲν γὰρ σήπεται ταχέως, σκωληκοῦται δ᾽ οὐχ ὁμοίως· ἐπεὶ διὰ τοῦτο οὐδ᾽ ἐρίνεος ὁμοίως τῇ συκῇ· δριμύτερος γὰρ ὁ ὀπός.

ὅλως γὰρ τὰ γλυκέα σήπεται θᾶττον, εὐμετάβλητος γὰρ ὁ χυλὸς ἀσθενέστερος ὢν, δι᾽ ὃ καὶ αἱ μηλέαι καὶ αἱ ῥόαι μᾶλλον αἱ γλυκεῖαι τῶν ὀξειῶν· πάντων δὲ αἱ ἠριναὶ μᾶλλον διὰ τὴν ἀσθένειαν τοῦ τε χυλοῦ καὶ τῆς ὅλης φύσεως. ἐν σχίνῳ δὲ φυτευόμενα πάνθ᾽ ἧττον σκωληκόβρωτα διά τε τὴν θερμότητα καὶ τὴν ὀσμήν. ταῦτα μὲν οὖν τὰ νοσήματα συμβαίνει διὰ τὰς ῥηθείσας αἰτίας.

οἴονται δέ τινες καὶ τὸν σφακελισμὸν ἀπὸ τῶν πληγῶν καὶ τῶν ἔξωθεν γίνεσθαι τραυμάτων καθάπερ καὶ ἐπὶ τῶν ζώων· μετενεχθῆναι γὰρ τοὔνομα κατὰ τὴν ὁμοιότητα τοῦ πάθους. οὐ μὴν ἔοικεν ἀληθὲς οὐδὲ τοῦτ᾽ ἐπὶ πάντων εἴπερ ὁ ἐρέβινθος ἀπόλλυται σφακελίσας ὅταν ἀνθοῦσιν ὕδωρ ἐπιγινόμενον ἀποκλύσῃ τὴν ἅλμην· τὸ γὰρ ἔφαλμα οἷον σφακελίζειν ἐστίν· φαίνεται δὲ καὶ ἄλλα χωρὶς πληγῆς πάσχειν τοῦτο τὸ πάθος.

ἔνιοι δὲ καὶ τὸ ἀστροβολεῖσθαι σφακελίζειν καλοῦσι· τοῦτο μὲν οὖν τάχ᾽ ἂν ὀνόματος εἴη διαφορά· δι᾽ ὑπερβολὴν γὰρ καὶ ἔνδειαν τροφῆς καὶ οὕτως ἀπόλλυται τὰ δένδρα, τάχα δὲ μᾶλλον δι᾽ ἀπεψίαν καὶ τὴν ἔξωθεν δύναμιν οἷον ὅταν μετὰ τὴν καρποτοκίαν λεπτῆς οὔσης ἔτι τῆς ὑγρότητος διὰ τὴν ἀσθένειαν ἐπιγένηται πάγος ἰσχυρός· ἀποθνήσκει γὰρ καταψυχόμενα· τὸ γὰρ ὀρρῶδες καὶ λεπτὸν ψυχρὸν, τὸ δὲ παχὺ καὶ ὥσπερ πῖον θερμόν. αὕτη μὲν οὖν εἴτε διὰ πλῆθος εἴτε δι᾽ ἀπεψίαν εἴτε δι᾽ ἄμφω καὶ ἔτι ἀσθένειαν ἡ φθορά.

δι᾽ ἔνδειαν δὲ κατ᾽ ἄλλον τε τρόπον καὶ ὅταν

αἱ ῥίζαι μετέωροι γένωνται καὶ ἐπιφανεῖς· οὐ γὰρ δύνανται παρέχειν ἰκμάδα διὰ τὸν ἥλιον ὥστε συγκάεται καὶ παχύνεται μᾶλλον τοῦ δέοντος ὁ ὀπὸς, ἐκ τούτου δὲ νόσος καὶ φθορά. παραπλήσιον δὲ τὸ συμβαῖνον καὶ ὅταν ἐξαυχμῶσι δι᾽ ἀνυδρίαν, οὐδὲ γὰρ τότε διαδιδόασιν. βοήθεια δὲ καὶ φυλακὴ πρὸς τὰς ἐνδείας τὸ κινεῖν ἀεὶ καὶ ὁμαλίζειν τὴν γῆν· οὕτω γὰρ τοῦ θέρους ἕλξει τινὰ ἰκμάδα καὶ τοῦ χειμῶνος ἐνυπάρξει μᾶλλον τὸ θερμὸν, ὃ διαδίδωσι τὴν τροφήν.

ἐξ ὑπερβολῆς δὲ διὰ τὴν ἐπομβρίαν. τότε γὰρ διὰ τὴν ἀτροφίαν — ἀτροφεῖ γὰρ τὸ μὴ κρατοῦν μηδὲ πέττον — ἐκλευκαίνεταί τε καὶ ἀπόλλυται τὰ δένδρα, καθάπερ ὁ σῖτος· ἐνίοτε δὲ οὐκ ἀπόλλυται μὲν, εἰς δὲ τὴν καρπογονίαν νοσοῦσιν· ἀκαρπεῖ γὰρ τὸ μὴ πέττον μηδὲ κρατοῦν. τῇ δὲ συκῇ καὶ νόσημά τι συμβαίνει περὶ τὰς ῥίζας, ὃ καλοῦσι λοπᾷν· τοῦτο δ᾽ οἷον μάδισίς τίς ἐστι τῶν ῥιζῶν καὶ τῶν μικρὸν ἐπάνω διὰ τὴν πολυϋδρίαν.

ἐξ ὑπερβολῆς δὲ καὶ τὸ τραγᾷν τῆς ἀμπέλου καὶ ὅσοις ἄλλοις ἀκαρπεῖν συμβαίνει διὰ τὴν εὐβλάστειαν· οὐ δύνανται γὰρ οὐδὲ ταῦτ᾽ ἐκπέττειν, ἀλλ᾽ εἰς τὴν βλάστησιν ἡ ὁρμὴ τρέπεται, καθάπερ ἐπισπωμένη διὰ τὸ πλῆθος. ὡς ἐπὶ πολὺ δὲ ἐκ τῶν τοιούτων συμβαίνει συκῇ μὲν ψωριᾷν, ἐλάᾳ δὲ λειχηνιᾷν, ἀμπέλῳ δὲ ῥεῖν ὥσπερ καὶ Κλείδημός φησιν· λεπτὸς γὰρ ὁ καρπὸς ἄπεπτος ὢν καὶ ῥοώδης.

ἡ βοήθεια δ᾽ ἐν δυεῖν ἔν τε τῷ παραιρεῖσθαι τὴν εὐτροφίαν ὥσπερ καὶ τὰς ἀμυγδαλᾶς καὶ τὰς ῥόας τινὲς κολάζουσι καὶ ἐν τῷ δύναμίν τινά προστιθέναι τῷ δένδρῳ καὶ ἰσχύν. τοῦτο γὰρ αἵ τε διακόψεις ποιοῦσι τῆς συκῆς, ὅταν ἄρχηται βλαστάνειν, ὅπως μὴ παλίσκιος οὖσα παχύνῃ τὸν ὀπὸν καὶ αἱ ἀποψιλώσεις τῶν ἀμπέλων καὶ ἀποκνίσεις τῶν οἰνάρων τῶν μεγίστων παρ᾽ ὅλον τὸ θέρος ὥς τινες κελεύουσιν· καὶ αἱ περικαθάρσεις δὲ τῶν ἀνωτάτων ῥιζῶν καὶ τὰ κλή-

ματα ἐπιβαλλόμενα καὶ ἀποκατώρυγες καθιέμεναι· καὶ ἡ σκαπάνη βοηθεῖ γενομένη καιρία γυμνοῦσα τὰς ῥίζας, ὅπως ἐθισθῶσι πνεύματι καὶ ψύχει, καθάπερ ἔνιοι κελεύουσι πάγον εὐλαβουμένους καὶ μετὰ ταῦτα δὲ τὴν κατεργασίαν ἀποδιδόναι. πάντα γὰρ ταῦτα τῆς τροφῆς ἀφαιρεῖ καὶ συναύξει τὴν δύναμιν. ἐναντίως δὲ τοῖς ἐξησθενηκόσι διὰ τὴν ἔνδειαν ἡ κατεργασία καὶ ἡ ἄλλη θεράπεια τήν τε δύναμιν ἅμα καὶ τὴν εὐτροφίαν ἀποδίδωσιν.

τὴν δὲ ψώραν οἴονταί τινες γίνεσθαι καὶ ἄλλως οἷον ὅταν ὕδωρ ἐπὶ Πλειάδι γένηται μὴ πολὺ· τότε γὰρ ἀναζυμοῦται τὰ ἀναθερμαινόμενα καὶ δίεισιν ἔξω καθάπερ τὰ ἐξανθήματα· ἐὰν δὲ πολὺ γένηται, ἀποκλύζεται τὰ αἴτια, τάχα δὲ καὶ διαδίδωσιν εἰς τὰ ἐντὸς καὶ παύει· συμβαίνει δὲ τότε καὶ τὰ ἐρινὰ καὶ τοὺς ὀλύνθους ἀπορρεῖν· διϊκνεῖται γὰρ εἰς ταῦτα ἡ ὑγρότης· τῆς μὲν οὖν ψώρας ταῦτ᾽ αἴτια τῇ συκῇ λέγουσιν·

τῇ δὲ ἀμπέλῳ τοῦ τραγᾷν, ὅταν ἢ ὑπὸ πνεύματος βλαστοκοπηθῇ, ἢ ὅταν τῇ ἐργασίᾳ συμπάθῃ, ἢ τρίτον ὅταν ὑπτία τμηθῇ· συμβαίνει γὰρ πλείω τὸν ἀθροισμὸν γινόμενον μᾶλλον εἰς τὴν βλάστησιν σφοδροτέρως ὁρμᾷν, ὥστε μὴ δύνασθαι καρπογονεῖν. τοῦ δὲ ῥυάδα γίνεσθαι δύο αἴτια ἢ ὅταν ἐπινιφθῇ κατὰ τὴν ἀπάνθησιν ἢ ὅταν κρειττωθῇ· τοῦτο δ᾽ εἰ ἀληθὲς ἔοικε κατὰ μὲν τὴν ἀπάνθησιν ὑγρότερος ὢν ὁ ἀὴρ ὥσπερ ἀπερυσιβοῦν, ἡ δὲ κρείττωσις οἷον ἀντισπᾷν καὶ μεθιστάναι τὴν τροφὴν, ὥστε ἐξ ἀμφοτέρων εὔλογον ἀπορρεῖν τὰς ῥάγας καὶ τὰς ἐπιμενούσας μικρὰς εἶναι. ἡ δ᾽ ἄμβλωσις τῶν ὀφθαλμῶν ὅταν ῥιγῶσι ταὐτὸν καὶ παραπλήσιόν ἐστιν, ὅπερ ἐπὶ τῶν ἀγρίων προβλαστάνειν ἀρχομένων ἐὰν ἐπιγένηται χειμών. πάσχει δὲ τοῦτο καὶ ἡ πρὸ ὥρας ἄνθησις· ἐπ᾽ ἀσθενεῖ γὰρ πνεύσας ἄνεμος ψυχρὸς ἀπέκαυσεν. ταῦτα μὲν οὖν τῶν δένδρων αὐτῶν ἐστι νοσήματα καὶ πάθη.