On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Τὰ δὲ τῶν καρπῶν οἷον τῶν μὲν βοτρύων ὁ καλούμενος κράμβος· τοῦτο δ᾽ ὅμοιον τῇ ἐρυσίβῃ· γίνεται γὰρ ὅταν ἐπούσης ὑγρότητος μετὰ τὰς ψεκάδας ἐπικαύσῃ σφοδροτέρως ὁ ἥλιος, ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν οἰνάρων. μηλέας δὲ καὶ ἐλάας καὶ συκῆς καὶ σκωληκοῦνται οἱ καρποί. καὶ τὰς μὲν μηλέας καὶ συκᾶς ἀεὶ διαφθείρουσιν οἱ σκώληκες· τὰς δὲ ἐλάας, ἐὰν μὲν ὑπὸ τὸ δέρμα γένωνται, διαφθείρουσιν· ἐξεσθίουσι γάρ· ἐὰν δ᾽ ἐν τῷ ἔσω τὸν πυρῆνα διαφάγωσιν, ὠφελοῦσιν· ἐντὸς γὰρ ὄντες οὐχ ἅπτονται τῆς σαρκός. κωλύονται δ᾽ ὑπὸ τῷ δέρματι εἶναι ὕδατος ἐπ᾽ ἀρκτούρῳ γενομένου· καταψυχόμενοι γὰρ φεύγουσιν. νοσεῖ δὲ πολλάκις καὶ τὰ σῦκα καὶ οἱ ἄλλοι καρποί.

τὸ δ᾽ αἴτιον, ὡς ἁπλῶς εἰπεῖν, ἐν δυοῖν· ἢ γὰρ ἀπ᾽ αὐτοῦ τοῦ δένδρου καὶ τῆς τούτου διαθέσεως ὥσπερ ὅταν ἐν ταῖς ἀμυγδαλαῖς ἡ ὑγρότης κομμιδώδης ὑπογένηται, ἢ ἀπὸ τῶν κατὰ τὸν ἀέρα ξυμβαινόντων· τῇ δ᾽ οὖν ἐλάᾳ καὶ τὸ ἀράχνιον ἐμφύεται δι᾽ ὑγρασίαν τινὰ τοῦ ἀέρος τοῦ περὶ αὐτὰς, ὃ καὶ διαφθείρει τὸν καρπόν. ἡ δὲ ἐκ τοῦ ἔνου βλάστησις ὑδάτων ἐπιγινομένων γίνεται, δι᾽ ἣν ἀποβάλλει τὸν καρπὸν ἐνταῦθα τῆς τροφῆς ῥεούσης, ἅτε μὴ ἰσχύοντος τοῦ καρποῦ, τῆς δ᾽ ὑγρότητος ἠθροισμένης --- τῆς βλαστήσεως. χείριστον δ᾽ ἐὰν ἀνθούσαις ἐφύσῃ καὶ ἐλάαις καὶ ἀμπέλοις καὶ τοῖς ἄλλοις· ἀπορρεῖ γὰρ τὰ ἄνθη καὶ οἱ καρποὶ δι᾽ ἀσθένειαν.

ἐνιαχοῦ δὲ ἴδια πάθη συμβαίνει, καθάπερ ἐν Μιλήτῳ καὶ Τάραντι περὶ τὰς ἐλάας. ἐν Μιλήτῳ μὲν γὰρ, ὅταν περὶ τὸ ἀνθεῖν ὦσι, νοτίου ἀέρος ὄντος καὶ εὐδιεινοῦ κάμπαι γενόμεναι κατεσθίουσιν αἱ μὲν τὰ φύλλα, αἱ δὲ τὰ ἄνθη ἕτεραι οὖσαι τῷ γένει. βοηθεῖ δὲ πρὸς ταῦτα, ἐὰν ἐπιγένηται καῦμα· διαρρήγνυνται γάρ. ἐν Τάραντι δὲ περὶ τὴν ἄνθησιν ὁτὲ μὲν ἀπερυσιβοῦνται διὰ τὴν ἄπνοιαν, ὁτὲ δὲ πνεῦμά

τι πνέον ἐκ τῆς θαλάττης ὁμιχλῶδες καὶ παχὺ προσίζον ἐν τοῖς ἄνθεσιν ἀπόλλυται τὰ ἄνθη τῇ ἅλμῃ· διὰ τοῦτο καλλίστων ὄντων καὶ μεγίστων τῶν δένδρων ἐλάχιστος παρ᾽ αὐτοῖς ὁ καρπός.

ὅλως δὲ ἕκαστοι τῶν τόπων ἰδίας ἔχουσι κῆρας, οἱ μὲν ἐκ τοῦ ἐδάφους, οἱ δ᾽ ἐκ τοῦ ἀέρος, οἱ δ᾽ ἐξ ἀμφοῖν. ἐκείνη δὲ αἰτία κοινὴ πᾶσιν ἡ ἀπὸ τῶν πνευμάτων κατὰ τὰς χώρας ἑκάστας, ὅσα θερμὰ τοῦ θέρους πνεῖ καὶ τοῦ ἦρος ψυχρὰ σφόδρα τῶν δένδρων ἄρτι βλαστανόντων καὶ ὑπὸ τὴν ἄνθησιν· τὸ γὰρ ὅλον ἀληθὲς καὶ ἐπὶ τούτων, ὅτι δι᾽ ὑπερβολὴν καὶ ἔνδειαν τροφῆς καὶ καύματος καὶ ψύχους νοσοῦσιν·

ἔτι δ᾽ ἂν μὴ κατὰ καιρὸν τὰ πνεύματα καὶ τὰ ὕδατα οὐράνια γένηται. συμβαίνει γὰρ ὁτὲ μὲν ἀποβάλλειν γενομένων ἢ μὴ γενομένων ὑδάτων, ὥσπερ τὰς συκᾶς, ὁτὲ δὲ χείρους γίνεσθαι σηπομένους καὶ καταπνιγομένους ἢ πάλιν ἀποξηραινομένους παρὰ τὸ δέον. ἐπεὶ καὶ καύματα ἔνια καὶ βότρυν καὶ ἐλάαν ἀποκάει καὶ ἄλλους καρπούς· τῶν δὲ σκωλήκων πολλοὶ διαφέρουσι μὲν ταῖς μορφαῖς οὐ μὴν ἀλλ᾽ ἐκείνη μείζων ἡ διαφορὰ τὸ μὴ δύνασθαι τὰ ἐξ ἑτέρου δένδρου καὶ καρποῦ μετατεθέντα ἐν ἑτέρῳ γένει σώζεσθαι· τοῦτο δ᾽ εὔλογον· ἑκάστῳ γὰρ ἐκ τῆς οἰκείας ὕλης ἡ τροφή· πλὴν ἴδιον τὸ περὶ τὸν κεράστην καλούμενον ξυμβαῖνον· τοῦτον γάρ φασι καὶ ἐν τῇ ἐλάᾳ γίνεσθαι καὶ εἰς τὴν συκῆν ἐντίκτειν· ἔχει δὲ ἡ συκῆ καὶ ἐξ ἑαυτῆς σκώληκας καὶ τοὺς ἐντικτομένους τρέφει, πάντα δ᾽ εἰς κεράστην ἀποκαθίστανται· φθέγγονται οἷον τριγμόν· περὶ μὲν οὖν νοσημάτων ἱκανῶς εἰρήσθω.

Περὶ δὲ φθορᾶς ἁπλῶς τῶν δένδρων ἐκεῖνο πρῶτον δεῖ διελεῖν ὅτι εἰσὶν αἱ μὲν κατὰ φύσιν, αἱ δὲ παρὰ φύσιν. κατὰ φύσιν μὲν αἱ γήρᾳ καὶ δι᾽ ἀσθένειαν αὐάνσεις ὥσπερ ἀποπνεόντων καὶ ἀπομαραινομένων αὐτομάτων· παρὰ φύσιν δὲ αἱ ἀπὸ τῶν ἔξωθεν,

τούτων δὲ αἱ μὲν βιαιότεραι φαίνονται καθάπερ ἐὰν κοπὲν ἢ πληγὲν, αἱ δ᾽ ἧττον αἱ διὰ χειμῶνας ἢ πνεύματα, πασῶν δ᾽ ἥκιστ᾽ αἱ διὰ νόσον ὥσπερ ἐπὶ τῶν ζώων· ἐγχρονίζουσι γὰρ αὗται μάλιστα δι᾽ ὃ καὶ οὐδὲ φαίνονται παρὰ φύσιν ὁμοίως ἔν τε ζώοις καὶ φυτοῖς εἴπερ ἐκείνη τῆς φύσεως ἡ ἔκλειψις.

ἔστι δέ τις καὶ ἑτέρα ἡ διὰ τὴν εὐκαρπίαν καὶ πολυκαρπίαν· ταῦτα μὲν οὖν, ὥσπερ ἐλέχθη, φύσει βραχύβια ἐξαναλισκομένης ἐνταῦθα τῆς οὐσίας, ὅσα πολυκαρπήσαντα ἀφαυαίνεται καθάπερ ἐλέχθη· συμβαίνει γὰρ τοῦτο πλείοσιν· ἐπεὶ καὶ ἐλάαι αἱ νέαι δοκοῦσι φθείρεσθαι δι᾽ εὐκαρπίαν ὅτι οὔπω τετελεσμέναι τὴν τῆς αὐξήσεως τροφὴν ἐξαναλίσκουσιν εἰς τοὺς καρπούς· ταύτην δ᾽ οὐ τῶν κατὰ φύσιν ἄν τις θείη τὴν φθορὰν οὐδ᾽ ὡς ἀπὸ τῶν ἔξωθεν καὶ βιαίως, ἀλλ᾽ ὡς ἀπ᾽ αὐτῶν διὰ τὴν ἐπὶ πλέον ὁρμὴν τοῦ συμμέτρου πρὸς τὸν καρπόν ᾗ συναίτιός πως καὶ ὁ ἀὴρ καὶ ἡ τοῦ ὅλου κατάστασις· εὐκαρπία γὰρ γίνεται τοιαύτη διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν· ταύτην μὲν οὖν εἴτε κατὰ φύσιν εἴτε παρὰ φύσιν εἴτε καὶ μέσην τινὰ χρὴ λέγειν οὐδὲν διαφέρει.

τάχα δὲ καὶ γένει τινὶ δένδρων ἔνιαι κατὰ φύσιν αὐτομάτως τε γινόμεναι καὶ οὐ κακουμένοις, ἀλλ᾽ εὐθενοῦσι, οἷον τῆς πεύκης ὅταν αἱ ῥίζαι δᾳδωθῶσι· πάσχουσι μὲν γὰρ τοῦτο δι᾽ εὐτροφίαν καὶ ὑπερβολὴν, ἅμα δὲ τῇ δᾳδώσει τὴν τροφὴν οὐ διεῖσαι φθείρονται. καὶ ἔοικε παραπλήσιον τὸ συμβαῖνον καὶ ἐπὶ τῶν ζώων, ὅταν ὑπερπαχυνθῶσιν· οὐ δυνάμενα γὰρ ἕλκειν τὴν πνοὴν οὐδ᾽ ὅλως τῷ πνεύματι χρῆσθαι διὰ τὴν σύμφραξιν καὶ τὴν πύκνωσιν ἐκεῖνά τε ἀποπνίγονται καὶ αἱ πεῦκαι δι᾽ ὃ καὶ οὐ κακῶς οἱ ὀρείτυποι τοὔνομα τέθεινται· φασὶ γὰρ ἀποπνίγεσθαι τὴν πεύκην διὰ τὴν πιότητα· πάντα γὰρ ὡς ἔοικε δεῖται πνεύματός τινος ἢ μανώσεως ἢ πόρων. τὰς μὲν οὖν τοι

αύτας μᾶλλον ἄν τις θείη φυσικὰς ἐκείνας δὲ ὁποτέρως δεῖ προσαγορεύειν μηδὲν διαφερέτω καθάπερ ἐλέχθη.

Περὶ δὲ τῶν κατὰ φύσιν λεκτέον ἐπείπερ αἱ κατὰ φύσιν ἁπλαῖ τινές εἰσι καὶ φανεραί. τούτων δὲ σχεδὸν ἐν δυοῖν αἱ αἰτίαι τῶν κατὰ τὸν ἀέρα γινομένων ὑπερβολῇ ψύχους τε καὶ καύματος· αἱ γὰρ δι᾽ ἔνδειαν τροφῆς οἷον ἢ λειψυδρίαν ἢ χώρας κακίαν ἕτερον εἶδος ἔχουσι καὶ φανεραὶ ἐκ τῶν εἰρημένων. αἱ μὲν οὖν ὑπὸ καύματος ἐλάττους ἂν μή τις αὐχμὸς ὑπερβάλλων γένηται, καὶ οὗτος δὲ μᾶλλον τἆλλ᾽ ἀπόλλυσιν ἢ τὰ δένδρα, ταῦτα δ᾽ ἂν συνεχὴς γίνηται καὶ πλείω χρόνον· ἀλλ᾽ οἷα δὴ τὰ ἐπέτεια καύματα γίνεται κατὰ τὸν οἰκεῖον καιρὸν οἷον ὑπὸ κύνα ἀπόλλυται τὰ φυτὰ ἀστροβολούμενα καὶ ἐὰν ἄρα τι τύχῃ πεπηρωμένον ἢ ἀσθενές· οὐδὲ γὰρ ταῦτ᾽ ὑπομένει.

ὑπὸ δὲ τοῦ χειμῶνος πλείω καὶ κατὰ πλείους τρόπους, ὁτὲ μὲν γὰρ αἱ αἰθρίαι καὶ πάγων σφοδρότητες ἐκπηγνύουσιν, ὁτὲ δ᾽ ἄνεμοι ψυχροὶ πνεύσαντες ἀπέκαυσαν· ἐνίοτε δὲ καὶ ἀπνοίας οὔσης ἢ μετρίας πνοῆς, οὐ καθαροῦ δὲ τοῦ ἀέρος, ἀλλὰ θολεροῦ καὶ ἐπινεφοῦς. καὶ σχεδὸν οὕτως ἥ γε τῶν δένδρων γίνεται πῆξις ἐάν τε αἴθριος ἐάν τε μὴ ὁ οὐρανὸς ᾖ. γίνεται δὲ περὶ μὲν Ἀρκαδίαν καὶ Εὔβοιαν αἰθρίας καὶ πνεύματος, περὶ δὲ Θετταλίαν καὶ τούτους τοὺς τόπους ἀπνοίας καὶ ἐπινεφοῦς, οὐ μὴν ἀλλὰ καὶ πνευμάτων ὄντων συμβαίνει τὸ πάθος, ὅτανπερ τὰ ὄρη λάβῃ χιόνα τὰ περικείμενα καθ᾽ ἑκάστους τόπους· ἀφ᾽ ἑκάστου γὰρ αἱ ἀπόπνοιαι καὶ τὸ ψύχος τὸ ἀποκάον, ὁτὲ δὲ νηνεμίας οὔσης εἰσδυόμενος ὁ ἀήρ.

ὃ δὲ λέγουσιν, ὡς ἧττον γίνεται περὶ Εὔβοιαν καὶ τὴν Βοιωτίαν, ὅταν ἡ ὀρχομενία λίμνη πληρωθῇ, τάχ᾽ ἄν τις ἀμφοτέρως λάβοι καὶ ὡς κατὰ συμβεβηκὸς, ὅτι ἔπομβρα συμβαίνει τότε μᾶλλον εἶναι τὰ ἔτη καὶ χιόνα μὴ πίπτειν καὶ ὡς ὑδρωδεστέραν

τὴν ἀναθυμίασιν γινομένην διὰ τὸ ἀπὸ πλέονος· ἡ τοιαύτη δ᾽ ἧττον ψυχρὰ καὶ κακοποιός· καὶ φανερὸν ἔν τισι τόποις γέγονεν· ἀλεεινότεροι γὰρ γεγένηνται λιμνωθέντων τῶν πλησίον·

πνεῖ δὲ τὰ πνεύματα τὰ ἀποκαίοντα περί γε τοὺς κατὰ τὴν Ἑλλάδα τόπους ἀπὸ δυσμῶν ὥσπερ ὁ Ὀλυμπίας ὁ ποιῶν ἄλλοθί τε καὶ ἐν Χαλκίδι τὸν καλούμενον καυθμόν· ἐν Θετταλίᾳ γὰρ ἀμφοτέρωθεν πνέοντες ἐκπηγνύουσιν· ἡ δ᾽ ὥρα τῆς πνοῆς μάλιστά πως περὶ τροπὰς ὑπὸ τὰς τετταράκοντα· τότε γὰρ καὶ ὁ ἀὴρ ὅλως ψυχρότατος. τὰ μὲν οὖν γινόμενα ταῦτ᾽ ἐστὶν, ἡ δ᾽ αἰτία σχεδὸν ὡς καθόλου γε εἰπεῖν φανερά· τὸ γὰρ θερμὸν ἐξελαυνόμενον ὑπὸ τοῦ ψύχους συνεξάγει καὶ τὸ ὑγρὸν ὥστε διαπνεῖσθαι.

συμβαίνει δὲ τοῦθ᾽ ὡς ἐπὶ τὸ πλέον ἐν τοῖς ὑπὲρ γῆν, τὰ δὲ κατώτατα περὶ τὰς ῥίζας ἀπαθῆ, πολλάκις δὲ καὶ αὐτοῦ τι του στελέχους· οὐ μὴν ἀλλ᾽ ἐνίοτε διϊκνεῖται καὶ πρὸς τὰς ῥίζας ὥσθ᾽ ὅλως ἐξαυαίνειν τὸ δένδρον· ἁπλῶς γὰρ ἄνωθεν ἡ ἀρχὴ καὶ ἡ παρείσδυσις τοῦ ψύχους εἶτ’ ἀπὸ τούτων ὥσπερ ὀχετῶν τινων καταβαίνει πρὸς τὰ κάτω δι᾽ ὃ καὶ παρ᾽ οἷς συμβαίνει τὸ πάθος κατακρύπτουσι τὰς ἀμπέλους καὶ τὰς συκᾶς θαμνώδεις ποιοῦσιν· οὐδὲν δὲ δεῖ πολλῆς γῆς, ἀλλὰ μετρία τις ἐποῦσα δύναται διατηρεῖν·