On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ἑπόμενα δέ πώς ἐστι τούτοις εἰπεῖν ὅσα δὴ διὰ τέχνης καὶ παρασκευῆς γίνεται τῶν περιττῶν ὑπὲρ ὧν φανερωτέρας ἄν τις ὑπολάβοι τὰς αἰτίας εἶναι καθάπερ καὶ εἰσίν. ἀγιγάρτους μὲν γὰρ ποιοῦσι τοὺς βότρυς ἐξαιροῦντες τὴν μήτραν, ἀφ᾽ ἧς γίνεται τὸ γίγαρτον. ἐκ τοῦ αὐτοῦ δὲ κλήματος φέρειν λευκὸν καὶ μέλανα βότρυν ἢ ἐν αὐτῷ τῷ βότρυϊ τὰς ῥᾶγας τὰς μὲν τοιαύτας, τὰς δὲ τοιαύτας, ὅταν διελόντες συνθῶσι ἑκατέρου τὸ ἥμισυ πλὴν τοῦ κάτω μέρους καὶ συνδήσαντες καταπήξωσι· συμφύεται γὰρ ἀλλήλοις·

σύμφυτον μὲν γὰρ ἅπαν τὸ ζῶν τῷ ζῶντι καὶ μάλιστα τὸ ὁμογενὲς, ὅταν ἀφελκωθῇ καὶ γένηται μία τις φύσις. ἑκάτερον δὲ καθ᾽ ἑαυτὸ τὴν τροφὴν διΐησιν ὥστε μὴ ἐπιμιγνυμένης ἀποδιδόναι τὸν οἰκεῖον καρπόν· ὅπερ καὶ οἱ ποταμοὶ ποιοῦσιν οἱ συμβάλλοντες ἀλλήλοις ὥσπερ ὅ τε Κηφισὸς ἐν

τῇ Βοιωτίᾳ καὶ ὁ Μέλας· ἑκάτερος γὰρ ῥεῖ τὸν αὑτοῦ πόρον. ἐνταῦθα δ᾽ οὐδὲ συμβάλλουσιν, ἀλλὰ παρ᾽ ἀλλήλας ὀχετεύονται καὶ ῥέουσιν αἱ τροφαί.

ταὐτὸ δὲ καὶ παραπλήσιον τούτῳ καὶ ὅταν τὸ αὐτὸ δένδρον παντοδαπὰς φέρῃ ῥόας ἢ μῆλα· τῇ σφυρᾷ γὰρ οἷον μαλάξαντες τὰς ῥάβδους ἵνα συμφύωσιν ἢ διὰ τὴν ἀφέλκωσιν συνδήσαντες ἐφύτευσαν, εἶτα γίνεται τὸ μὲν δένδρον ἓν τῇ συμφύσει, διατηρεῖ δὲ ἕκαστον τὸ γένος ἕλκον καθ᾽ αὑτὸ καὶ πέττον τὴν τροφὴν, οὐδὲν δὲ ἄλλο ἢ τῆς συμφύσεως κοινωνοῦν. σχεδὸν δὲ καὶ παρόμοιον τούτῳ καὶ ἐπὶ τῶν μειζόνων γίνεται καὶ μάλιστα ἐπὶ τῶν ἀγρίων τῇ φύσει· περιπλακεῖσα γὰρ συκῆ καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστι συμφύεταί τε καὶ ἓν ποιεῖ τὸ στέλεχος·

καὶ τούτων τὰ μὲν ἐξεπίτηδες ποιοῦσιν, ἔνια δὲ καὶ αὐτομάτως λαμβάνει τοιαύτην σύμφυσιν, ὅσα προσφιλῆ τε καὶ μὴ ἐναντία ἀλλήλοις· ὅταν γὰρ ἅπαξ συμπλακῇ καὶ δέξηται, καθάπερ φύσις τις αὕτη μία γίνεται, δι᾽ ὃ κᾂν ἀφαιρῇ κᾂν λύῃ τις αὐαίνονται, καθάπερ καὶ τῶν μὴ ὁμογενῶν τὰ ὁμοβλαστῆ καὶ σύντροφα γενόμενα ἀλλήλοις ὥσπερ ἐπὶ τῆς ἀναδενδράδος ἐλέχθη καὶ τῆς συκῆς. ἐπεὶ ὅσα γε βλάπτει περιφυόμενα καὶ ἐμφυόμενα, καθάπερ ὁ κιττὸς, ἐκ τούτων γε οὐ γίνεται μία φύσις· αὐαίνεται γὰρ θάτερον. πολυφορεῖν μὲν οὖν ταὐτὸ διὰ ταύτας ὑποληπτέον τὰς αἰτίας· ὅμοιον γὰρ τρόπον τινὰ καὶ ὥσπερ εἴ τις ἐνοφθαλμίσειε δένδρον ἓν ἀπὸ πλειόνων καὶ διαφόρων· ἀρχὰς γὰρ πεποίηκε καὶ φύσεις πλείους ἀπὸ μιᾶς οὐσίας, ἐκεῖνο δὲ ἐξ ἀρχῶν πλειόνων μίαν οὐσίαν τῇ φύσει.