On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

τούτῳ δὲ ὅμοιον τρόπον τινὰ τὸ ἐπὶ τῆς σκίλλης καὶ ἐπὶ τῶν ἄλλων τῶν ἔξω βλαστανόντων· ὡσαύτως δὲ καὶ τὰ ἐκ τῶν ξύλων ἐκφυόμενα καὶ μάλιστα ἐκ τῶν ἐλατίνων ἃ καλοῦσιν οἱ μάντεις εἰλειθυίας· ἀνειμένου γὰρ ὄντος καὶ μαλακοῦ τοῦ ἀέρος ἐκφύεται μάλιστα ὁπότε ἡ ἐνυπάρχουσα ὑγρότης συρρυεῖσα καὶ ἡ ἔξωθεν προσπίπτουσα συνεπάγη καὶ ἐποίησεν οἷον σφαιροειδές. ὁμοίως δὲ καὶ ὅσα ἰδίει τῶν ξύλων· καὶ γὰρ ταῦτα νοτίου καὶ ὑγροῦ τοῦ ἀέρος ὄντος τουτὶ πάσχει καὶ οὐ πάντα, ἀλλ᾽ ἐν οἷς ἐστι λιπαρότης οἷον κέδρου κυπαρίττου ἐλάας, ἃ δὴ καὶ σημεῖα καὶ τέρατα νομίζουσιν.

ὅσα δὲ ἄλλα συμβαίνει καὶ προφέρεται τῶν τοιούτων οἷον ὥς ποτέ φασιν ἐν πλατάνῳ φῦναι δάφνην ἢ ἁπλῶς περὶ τὰς ἐμβλαστήσεις τὰς ἐν ἀλλήλοις ἐκ λανθανούσης ἀρχῆς ὑποληπτέον γίνεσθαι καθάπερ ἐλέχθη· τὸ γὰρ αὐτοῦ τοῦ δένδρου τοιαύτην τινὰ γίνεσθαι σῆψιν ἢ ἀλλοίωσιν ἄλλως τε καὶ πολὺ διεστώσης οὐκ εὔλογον· οἱ δὲ τρόποι τοιοῦτοι· λέγω δὲ λανθανούσης εἰ ἐπιπέσοι σπέρμα καὶ ἔμβιον γένοιτο σῆψιν ἔχοντος γεώδη τινὰ τοῦ δένδρου· βλαστοίη γὰρ ἂν οὕτως ἕτερον ἐν ἑτέρῳ· ἀλλ᾽ ἡ τοιαύτη βλάστησις ὁμοία τῇ τῶν ἰξιῶν· ἢ ὡς διὰ πλείονος ἐπὶ τῇ πλατάνῳ ἐκ τοῦ χαλκοῦ τρίποδος· μᾶλλον δ᾽ ἀμφότεραι τῇ ἐκ τῆς γῆς·

οὐ γὰρ οἷόν τε φῦναι μὴ γεώδους τινὸς ἐνυπάρχοντος ὥσπερ οὐδ᾽ ἐκ τῶν τοίχων τῶν λιθίνων ἐὰν μὴ τοιαύτη τις συρροὴ γένηται καὶ σῆψις ἐξ ἧς πέφυκε βλαστάνειν ἔτι δ᾽ ὕστερον ἐπιρροήν τινα λαμβάνῃ τῆς τροφῆς· οὕτω γὰρ αὐτῶν ἡ αὔξησις. ἀλλὰ τὰ μὲν τοιαῦτα καὶ αὐτομάτως ἢ πάντα ἢ ἔνια γίνεται, τάχα δὲ καὶ σπερμάτων τινῶν καταρρυέντων ἅμα τῇ σήψει καὶ

συστάσει· δάφνη δὲ καὶ εἴ τι τοιοῦτον ἕτερον ἀπὸ τῶν καρπῶν· εἰ δ᾽ ἄρα καὶ τοῦτο ἀπὸ σήψεώς τινος οὐδὲν διαφέρει πρὸς τὴν αἰτίαν.

εἰ δέ ποτε δένδρον ἐκπεσὸν ὑπὸ χειμῶνος ἀνέστη πάλιν αὐτόματον ὥσπερ ἐν Φιλίπποις μὲν ἰτέα, ἐν δὲ Ἀντάνδρῳ πλάτανος καὶ τῆς μὲν οὐδὲν ἀφῃρέθη πλὴν ὅσοι τῶν ἀκρεμόνων κατεκλάσθησαν ἐν τῇ πτώσει, τῆς πλατάνου δὲ ἀφῃρέθη καί τι παρεπελεκήθη τὴν δ᾽ αἰτίαν ὑπελάμβανον ὅτι πεσοῦσα ἐπὶ θάτερον μέρος ἀνέσπασε πολλὴν γῆν, ἐπιγενομένου δὲ εἰς νύκτα τότε πνεύματος ἐναντίου καὶ μεγάλου κινήσαντος αὐτὸ διὰ τὸ ἐμπίπτειν τοῖς ἀκρεμόσι ῥοπὴν ἐποίησεν ἐγκείμενον τὸ μέρος καὶ κατασπάσαν ὤρθωσεν· οὕτω γὰρ συνέβη τῷ ἐν Φιλίπποις· τὸ δ᾽ ἕτερον ἐκινήθη μὲν ὁμοίως καὶ τὴν ἀνάσπασιν εἶχε τῆς γῆς, διὰ δὲ τὴν περικοπὴν ἀνέστη ῥᾷον· ἀλλὰ γὰρ ταῦτα μὲν ἴσως ἔξω φυσικῆς αἰτίας ἐστίν· ὑπὲρ δὲ τῶν ἐν αὐτοῖς τοῖς φυτοῖς ἐκ τῶν εἰρημένων πειρατέον μετιέναι καὶ θεωρεῖν.