On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Τῶν δὲ σιτηρῶν σπερμάτων εἴ τινες διαφοραὶ κατὰ τὴν ἔκφυσιν ἢ τοὺς καρποὺς ἢ τὴν ἄλλην οὐσίαν δεῖ πειρᾶσθαι λέγειν. οἷον ὅτι πυρὸς μὲν καὶ κριθὴ καὶ τὰ ὅμοια πρωϊσπορεῖται, χεδροπὰ δὲ πρὸς τὸ ἔαρ πλὴν κυάμου καὶ θέρμου. τοῦτο γὰρ ποιοῦσιν ὅτι

τὰ μὲν σιτώδη ῥιζωθῆναι δεῖ πρὸς τὸ μὴ μονόκαυλα γίνεσθαι τῆς ἀναφορᾶς εὐθὺ ἄνω γινομένης. ῥιζοῦται δὲ κατεχόμενα καὶ πιλούμενα τοῖς χειμῶσιν ὥστε πολλὰς ἀρχὰς λαμβάνειν τῆς βλάστης.

τὰ δὲ χεδροπὰ μονόρριζά τε καὶ ἰσχυρόρριζα καὶ εὐθὺς τὴν ὁρμὴν ἄνω ποιούμενα προσφόρως ἔχει τῇ ὥρᾳ· τὸ γὰρ πολὺ τῆς φύσεως ἐν τῷ ἀέρι. τὸν δὲ κύαμον πρωϊσποροῦσιν ὥσπερ εἴρηται διὰ τὴν ἀσθένειαν ὅπως ῥιζωθεὶς ἐν ταῖς εὐδίαις ἀντέχῃ τοῖς χειμῶσι, τὸν δ᾽ αὖ θέρμον εὐθὺς ἀπὸ τῆς ἅλω δι᾽ ὅτι μὴ καταβληθεὶς ἔτι θερμῆς οὔσης τῆς γῆς κακοβλαστὴς γίνεται. τούτου δ᾽ αἴτιον ὅτι ἀτέραμον φύσει καὶ ὥσπερ ἄπεπτον· δηλοῖ δ᾽ ἡ πικρότης δι᾽ ὅτι πολλῆς δεῖται θερμότητος.

ἐὰν μὲν οὖν προσλάβῃ τὴν ἐκ τῆς χώρας δύναται κατεργασθῆναι καὶ εὐβλαστεῖν, εἰ δὲ μὴ κακοβλαστεῖ καὶ παρόμοιον τὸ ξυμβαῖνον ὥσπερ εἴ τις ὀλίγῳ πυρὶ τὸ ἰσχυρότατον κρέας ὀπτᾷν ἐπιχειροίη. διὰ τοῦτο δ᾽ ἔοικεν οὐδὲ τὴν ἀγαθὴν χώραν φιλεῖν ἀλλὰ τὴν ὕφαμμον· εὐθερμαντοτέρα γὰρ αὕτη καὶ οἷον εὐκατεργαστοτέρα. καὶ κρύπτεσθαι οὐκ ἐθέλει κατὰ βάθους ἀλλ᾽ ἐπιπολῆς ὅπως μᾶλλον ἀπολάβῃ τῆς θερμότητος τῆς ἀπὸ τοῦ ἀέρος καὶ μετέωρος ὢν ἐκβλαστάνῃ καὶ καθίῃ τὴν ῥίζαν.

καὶ τὰ μὲν τοιαῦτα σχεδὸν ὥσπερ γεωργικά· τὰ δὲ αὖ τῆς φύσεως οἷον ὅτι τῶν μὲν χεδροπῶν ἐκ τοῦ αὐτοῦ μέρους ἥ τε ῥίζα καὶ ὁ καυλὸς ἐκβλαστάνει καὶ τὸ μὲν εὐθὺς ἄνω τὸ δὲ κάτω νεύει καὶ ὁρμᾷ, πυροῦ δὲ καὶ κριθῆς καὶ ὅλως τῶν σιτωδῶν ἐξ ἑκατέρων τῶν ἄκρων, ἀπὸ μὲν τοῦ παχέος ᾗ πρὸς τῷ στάχυϊ προσπέφυκεν ἡ ῥίζα ἀπὸ δὲ τοῦ λεπτοῦ ὅθεν ὁ ἀθὴρ ὁ καυλὸς ὡς ὂν ἑκάτερον ἀνὰ λόγον τὸ μὲν ἀπὸ τοῦ ἄνω τὸ δὲ ἀπὸ τοῦ κάτω, καὶ γὰρ ἡ ῥίζα καὶ ὁ καυλὸς οὕτω.

τὴν δ᾽ αἰτίαν εὐθὺς ἐν τῇ φύσει ληπτέον ὅτι τὰ μὲν χεδροπὰ δίθυρα ὄντα μίαν τινὰ καὶ τὴν αὐτὴν ἀρχὴν ἀμ

φοῖν ἔχει κατὰ τὸ ἄκρον ὃ καὶ φαίνεται προσπεφυκὸς ὥσπερ ἔξωθεν ᾗ καὶ συνάπτουσι πρὸς τὸν λοβός. ἅτε γὰρ ἐναγγειόσπερμα ὄντα ταύτην μὲν ἐξ ἀνάγκης ἔχει, τρέφεσθαι γὰρ ἄλλως οὐκ ἦν, τὴν δ᾽ ἐκ τοῦ ἑτέρου μέρους ἀδύνατον συνεχῆ τ᾽ ἀλλήλοις ὄντα καὶ περιεχόμενα τῷ λοβῷ· τὸ δ᾽ εἶναι τοιαῦτα τῆς οὐσίας.

ὥστε τούτων μὲν εἰκότως ἡ φύσις εἰς ταὐτὸ τὰς ἀρχὰς ἔθηκε, τῶν δὲ σιτωδῶν καθ᾽ αὑτά τε πεφυκότων καὶ περιεχομένων ἔτι δ᾽ ὥσπερ εὐθέων πως ὄντων τὴν μορφὴν ἐχώρισε τὴν ἔκφυσιν ἀπὸ μιᾶς μὲν ἀρχῆς ἀμφοτέρας ποιήσασα συνεχοῦς δέ τινος οὔσης καὶ διηκούσης ἐφ᾽ ἑκάτερον τῶν ἄκρων ὥσπερ καὶ κατὰ τὴν βλάστησιν φανερὰ διατείνουσα κατὰ τὴν ἐντομήν. τοῦ μὲν οὖν μὴ ὁμοίως ἔχειν ταύτην ὑποληπτέον τὴν αἰτίαν·

ἐκεῖνο δ᾽ ὁμοίως ἐν ἀμφοῖν ἐστιν ὥστε τὴν τῆς ῥίζης φύσιν ἀπὸ τοῦ αὐτοῦ κατὰ τὴν ἐν τῷ στάχυϊ καὶ τῷ λοβῷ γίνεσθαι πρόσφυσιν ἀφ᾽ οὗ ἀμφοτέρων αἱ τροφαὶ, τοῦ μὲν καλάμου καὶ τῆς πρώτης βλάστης ἡ ῥίζα τῶν δὲ καρπῶν ἡ πρόσφυσις ἥ τε πρὸς τὸν λοβὸν καὶ πρὸς τὸν στάχυν --- πίπτοι δὲ τῶν καρυωδῶν καὶ βαλανωδῶν. καὶ τὰ μὲν περὶ τὴν ἔκφυσιν οὕτως ἄν τις διέλοι.

Τὴν δὲ ταχυβλαστίαν τοῖς χεδροποῖς ἀποδοίη τις ἂν διὰ τὴν ὥραν ὅτι μαλακωτέρα καὶ γονιμωτέρα τῆς χειμερινῆς· ἀλλὰ μᾶλλον τούτου αἰτιάσαιτ᾽ ἄν τις τὴν ἀσθένειαν δι᾽ ἣν καὶ σπείρονται πρὸς τὸ ἔαρ καὶ διαβλαστάνουσι θᾶττον· τὸ γὰρ ἀσθενέστερον ὥσπερ πολλάκις ἐλέγομεν εὐπαθέστερον. τάχα δὲ καὶ τῆς πολυκαρπίας, πολυχούστερα γὰρ δὴ τὰ χεδροπὰ, τὴν αὐτὴν ἢ παραπλησίαν, καὶ τοῦ θᾶττον δὲ ἐκτελεοῦν καὶ μὴ καρπίζεσθαι τὴν γῆν ἀλλὰ νειὸν ποιεῖν· ἅπαντα γὰρ ταῦτα ἢ τὰ τοιαῦτα συμβαίνει σχεδὸν ὡς ἁπλῶς εἰπεῖν διὰ τὴν ἀσθένειαν.

καὶ γὰρ ἐκθρέψαι καὶ τελειῶσαι ῥᾷον

τὸ ἀσθενέστερον ὥστε καὶ πολυκαρπεῖν καὶ τὴν γῆν ἧττον καρπίζεσθαι καὶ τὴν ἔκφυσιν δὲ τὴν πρώτην ῥᾴω καὶ θάττω ποιεῖσθαι. πλὴν εἴ τι κωλύεται διὰ τὴν ἰσχὺν τοῦ περιέχοντος ὥσπερ ὁ κύαμος· αἰτία γὰρ τούτῳ τῆς δυσφυΐας ἡ τοῦ κελύφους παχύτης· ἐὰν δὲ καὶ ἐφύσῃ σπαρέντι δυσφυέστερον ἔτι καθάπερ ἐδαφιζομένης τῆς γῆς. ἐν δὲ τοῖς σιτηροῖς καὶ ταῦθ᾽ ὁμολογούμενα πρός τε τὴν χρονιότητα τῆς πέψεως καὶ πρὸς τὸν καρπισμὸν τῆς γῆς οἷον ἥ τε πολυρριζία καὶ ἡ γλισχρότης τῶν καρπῶν· βραδέως γὰρ τὰ γλίσχρα καὶ καθαρὰ καὶ ἐν τοῖς δένδροις πεπαίνεται.