On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Τῶν δὲ ἄλλων τῶν περὶ τὰ σπέρματα μάλιστα ἄπορον εἴπερ ἀληθὲς τὸ παρὰ μέρος καὶ μὴ ἅμα γεννᾷν ἔνια καθάπερ ἐπί τε τοῦ αἰγίλωπος λέγεται καὶ τοῦ λωτοῦ καὶ τοῦ βολβοῦ. τοῦτο δ᾽ οἱ μέν φασιν εἶναι ψεῦδος ἀλλ᾽ ἀπὸ τῆς ῥίζης βλαστάνειν τῷ ὕστερον ἔτει ἢ ἀπὸ τοῦ σπέρματος ὑπολαμβάνουσιν· οἱ δ᾽ ὡς ἀληθὲς διατείνονται σημεῖα φέροντες ἄλλα τε καὶ ὅτι ἀπολλύντες τὸν αἰγίλωπα διετῆ τὸν ἀργὸν ποιοῦσι ὅπως ἀμφότερα τὰ σπέρματα ἐκβλαστήσῃ καὶ ἐπινεμηθῇ τε καὶ ἐκθερισθῇ τὸ ὅλον ὁ καρπός.

ἔχει δέ τινα καὶ ἄλλως ἀπορίαν ἡ παρ᾽ ἔτος βλάστησις καὶ εἴπερ συνεχὲς ὂν καὶ δίκρουν ὥσπερ φαίνεται καὶ ἅμα πίπτον τὸ μὲν ἀλλοιοῦται καὶ διαβλαστάνει τὸ δ᾽ ἀπαθὲς διαμένει πάντα τὸν ἐνιαυτόν· ὅσῳ γὰρ ἀσθενέστερον τὸ ἔλαττον ὃ δή φασι διαμένειν τοσούτῳ καὶ εὐπαθέστερον ἐχρῆν εἶναι καὶ εἰς τὴν διαβλάστησιν καὶ εἰς τὴν ὅλην φθοράν. ἀνάγκη δὲ δῆλον ὅτι καὶ ὅταν ἐκβλαστήσῃ θάτερον χωρίζεσθαι· μὴ γὰρ χωρισθὲν καὶ εἰ μὴ γίνεται συμπαθὲς, ἀλλ᾽ ἐξαιρουμένων γε τῶν ῥιζῶν συναίροιτ᾽ ἂν, πολλάκις δὲ τοῦτο δρῶσιν οἱ γεωργοὶ καὶ οὔ φασι φθείρειν.

τὸ δὲ διαρκεῖν ἀπαθὲς ἐν τῇ γῇ μέχρι μὲν τῆς οἰκείας ὥρας εἰς τὴν ἔκφυσιν εὔλογόν τε καὶ ἐπὶ πολλῶν γινόμενον· τὸ δ᾽ ὅλον ἐνιαυτὸν ἐπισχεῖν ἤδη θαυμασιώτερον. ἀλλὰ μὴν καὶ τὸ μὲν τέλεον τὸ δὲ ἀτελὲς αὐτῶν εἶναι τελεοῦσθαι δὲ παρ᾽ ἐνιαυτὸν ἄλογον· οὔτε γὰρ ἀσθενὲς ἀλλ᾽ ἰσχυρὸν ὁ αἰγίλωψ ὥστε ἐκτελεοῦν δύνασθαι πλείω καὶ ἔνια δὴ καὶ τῶν ἀσθενεστέρων τοῦτο δρᾷ· ἥ τε αὖ τελέωσις ἡ κατὰ φύσιν οἰκειοτάτη τάχα δὲ καὶ μόνη· τροφὴν γὰρ τότε λαμβάνει τὴν αὑτοῦ διὰ δὲ τῆς τροφῆς ἡ αὔξη καὶ τὸ τέλεον, χωρισθὲν δὲ ἤτοι φθεί-

ρεται πάμπαν ἢ ἀναυξὲς καὶ ἀνεπίδοτον ἔσται. πολυχίτωνι δ᾽ εἶναι καὶ τῷ βρόμῳ καὶ τῇ ζειᾷ συμβέβηκεν ὥστ᾽ ἐχρῆν καὶ ταῦτα διαμένειν ἀπαθῆ.

τὰ μὲν οὖν ἀντιβαίνοντα σχεδὸν ταῦτ᾽ ἐστίν. οὐ μὴν ἀλλ᾽ εἰ δεῖ λέγειν τὴν αἰτίαν ἐκείνην ἄν τις ἴσως μάλιστα εἴποι τὴν φάσκουσαν μὴ τελεοῦσθαι ἄμφω πρὸς τὸ φύσιμα ποιεῖν, ἀλλ᾽ ὅμοιόν τι ξυμβαίνειν καὶ τῶν ὠοτόκων καὶ τῶν σκωληκοτόκων τισί· τὰ γὰρ ὠὰ ἀποτικτόμενα τρέφεται καὶ ἐκτελεοῦται τὰ μὲν ἐν τῷ ὕδατι καὶ τῇ θαλάττῃ τὰ δὲ ἐν τῇ γῇ καὶ τῷ ἀέρι καὶ ταῦτα δεχόμενα ζωοποιεῖ, τὰ δὲ φύσαντα καὶ ἐκτεκόντα ἐξαδυνατεῖ.

φαίνεται δὲ τοῦτό γε καὶ ἄλλως ἀληθὲς ὡς οὐκ εὐθὺς ἀλοηθέντα τὰ σπέρματα βελτίω τῶν χρονισθέντων οὐδὲ τὰ νέα τῶν ἔνων ὥσπερ εἴπομεν ἀλλὰ δεῖ τινα λαβεῖν ἐν ἑαυτοῖς οἷον πέψιν καὶ δύναμιν ἀποπνεύσαντος τοῦ ἀλλοτρίου. τί οὖν ἴσως ἄν τις φαίη κωλύει καὶ ἐπὶ τῶν ἀπορουμένων τοιοῦτόν τι συμβαίνειν ὥστε καὶ τελέωσιν λαμβάνειν καὶ δύναμιν ἐκπεττόμενά πως τῇ θερμότητι τῇ τε ἐν ἑαυτοῖς καὶ τῇ περιεχούσῃ.

ἢ τοῦτο παράλογον ὡς μᾶλλον ἐν τῇ γῇ κατακλειομένη ἡ θερμότης ἐκπέττει τὴν τροφὴν τὴν ἐν τῷ σπέρματι καὶ τελεοῖ τῆς ἐν τῷ ἀέρι, καὶ ταῦτα πεφυκότων ἐν τούτῳ τελεοῦσθαι καὶ ἅμα λαμβανόντων τροφὴν οὐκ ὠμὴν ἀλλὰ προπεπονημένην ὑπὸ τοῦ καυλοῦ καὶ τῶν ῥιζῶν;

ἔτι δὲ τῶν μὲν ὠῶν μία τις ἡ πέψις καὶ τελέωσις ἁπάντων, εἶθ᾽ ὑπὸ τῶν ἔξω· συμβαίνει γὰρ ὥσπερ τὸ μὲν κατὰ φύσιν τὸ δὲ παρὰ φύσιν· καὶ ταῦτ᾽ ἰσχύοντος ἔτι τοῦ φυτοῦ καὶ οὐ περιλαμβανομένου τῇ ὥρᾳ πρὸς τὴν πέψιν. πλὴν εἴ τις λέγοι ὅτι προεκπηδᾷ τὰ σπέρματα πρὶν τελειωθῆναι διὰ τὸ τὴν φύσιν ἔχειν ἀσθενῆ. συμβαίνει μὲν δὴ τοῦτο καὶ πολὺ προτερεῖ τῶν κριθῶν ὥστε κενὸν ἑστάναι τὸν κάλαμον· τοῦτό τε οὖν εἰς τὴν οὐσίαν ἀνακτέον καὶ τὸ συνεκτρέφεσθαι

δὲ καὶ τελειοῦσθαι τοῖς περιέχουσιν οὐκ ἄλογον. ἐπεὶ τό γε διαμένειν ἀπαθὲς ἄλλως τε καὶ ἐν χιτῶσι τοσούτοις ἧττον θαυμαστόν. πολλὰ γοῦν φαίνεται καθάπερ ἐλέχθη καὶ τῶν ἄλλων μᾶλλον δὲ πάντα διατηρούμενα πρὸς τὴν οἰκείαν ὥραν. ἐκεῖνο γὰρ ἔτι θαυμασιώτερον ὅπερ εἴρηται περὶ τῶν τευτλίων ὅτι οὐ μόνον ἑνὶ μηνὶ καὶ δυοῖν καὶ τρισὶν ὕστερον ἀλλ᾽ ἐνιαυτῷ διαβλαστάνει τινὰ καὶ ταῦτα βρεχομένου καὶ κηπευομένου τοῦ τόπου.

ἔστι δὲ καὶ τὸ τοῦ λωτοῦ σπέρμα τοιοῦτον ἢ τό γε περιέχον τὸν καρπὸν διὰ τὸ μὴ εὐχώριστον εἶναι μηδ᾽ ὁμοίως ἀφαδρύνεσθαι. τὸ δὲ τοῦ βολβοῦ καὶ τῷ μεγέθει διάφορον, σκεπτέον δὲ ὑπὲρ αὐτοῦ. εἰ δ᾽ οὖν οὕτως ἔνια δυσφυῆ τῶν σπερμάτων ὥστε πολλοῖς ὕστερον χρόνοις ἀνατέλλειν δῆλον ὅτι ταῦτα πέττεται καὶ τελειοῦται πρὸς τὴν βλάστησιν ἐν τῇ γῇ δι᾽ ὃ καὶ αὕτη τις ἂν εἴη συνεργοῦσα πίστις. ἀντιβαίνει δ᾽ αὐτῇ τὸ καὶ πρότερον λεχθὲν ὅτι καὶ τελειοῦταί τινα κατὰ τὴν πρόσ φυσιν ἃ καὶ σπειρόμενα διαβλαστάνει παραχρῆμα.

μεῖζον δ᾽ ἔτι καὶ τῶν περὶ τὰ σπέρματα καὶ τοὺς καρποὺς ἀπορημάτων οὐχ ὑποπίπτον δὲ ὑπὸ τὴν αἰτίαν ταύτην τὸ περὶ τὸν λωτὸν συμβαῖνον· τοῦτο δέ ἐστι δένδρον παρόμοιον ἔχον τὸν καρπὸν τῷ λωτῷ· καὶ τὸ περὶ τὸν τιθύμαλλον τὸν μυρτίτην καλούμενον· τοῦτο δ᾽ οὐ δένδρον ἀλλὰ θάμνος ἐπιγειόκαυλος· ἀμφότερα γὰρ ταῦτά φασι παρὰ μέρος φέρειν ἐξ ἑκατέρων τῶν βλαστῶν ὥστ᾽ ἀνάγκη τὸν μερισμὸν τῶν δυνάμεων ἐν ταῖς ῥίζαις ποιεῖν. ἀλλὰ περὶ μὲν τούτων ἐπισκεπτέον.