On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ἄτοπον δ᾽ ἂν δόξειε καὶ ἅμα θαυμαστὸν εἰ ἀπὸ τῶν ἀτελῶν ἔνια γεννᾷ καὶ ταῦτα δένδρων φύσεις μεγάλας οὕτως οἷον ἰτέας καὶ πτελέας· ἀτελὲς γὰρ τὸ ὠμόν. ἆρ᾽ οὖν εἴπερ τοῦτ᾽ ἀληθὲς διαιρετέον τὴν τελειότητα τήν τε πρὸς ἡμᾶς καὶ τὴν πρὸς γένεσιν. ἡ μὲν γὰρ πρὸς τροφὴν ἡ δὲ πρὸς δύναμιν τοῦ γεννᾷν· ἔνια δὲ ἄτροφα γεννητικὰ δὲ, τὰ δ᾽ ἴσως ἀνάπαλιν. τάχα δ᾽ ἐκείνη πρός γε τὰ νῦν ἡ διαίρεσις ὅτι τὴν πέψιν τιθέμεθα χρώμασι καὶ χυλοῖς καὶ πυκνότητι καὶ τοῖς τοιούτοις· ἐπεὶ τό γ᾽ ἐδώδιμον ὑπάρχει καὶ τοῖς τῆς πτελέας

καὶ ἄλλοις· ἀλλ᾽ οὐ τοῦτο κύριον ἀλλὰ τὸ γεννᾷν· ἕκαστον γὰρ τῷ ἔργῳ κρίνεται. καὶ ταῦτα μὲν ὡς πρὸς ὑπόθεσιν.

ἐκεῖνο δὲ ἀτοπώτατον εἰ τελεούμενα γένους τινὸς ἄγονα γίνεται τὸ ὅλον καίτοι ἀπὸ σπέρματος γινομένου τοῦ δένδρου καθάπερ ἐπὶ τῆς κυπαρίττου. τὸ γὰρ ἄρρεν γένος ὅλως ἄγονον πολλὰ δὲ καὶ τῶν θηλειῶν. ἐπεὶ τό γε μὴ καρποφορεῖν ἔνια τῶν ὁμογενῶν ἧττον ἄτοπον. καὶ πάλιν ἐπὶ τῶν σπερμάτων αὖ τὸ πηρωθὲν ἄγονον, ἀλλ᾽ ἴσως τοῦτό γε καὶ ἀναγκαῖον. τὸ δὲ μηδὲν ὅλως γόνιμον ὥσπερ ἐλέγχει τὴν φύσιν ὅτι ποιεῖ μάτην, ὃ καὶ ἡμῖν ὑπεναντίον πρὸς τὰ πρότερον.

καὶ τὰ μὲν τῆς πτελέας ἀμφισβητούμενα καὶ τῆς ἰτέας. ὁ δ᾽ ἐρινεὸς ὁμολογουμένως γεννᾷ καὶ ἄπεπτον εἰς τὴν ἡμετέραν τροφήν. γεννᾷ δὲ καὶ τὸ θύμου ἄνθος καὶ ἄλλων ἃ πρὸς τὴν ἡμετέραν αἴσθησιν ἀφανῆ τὸ δ᾽ ἄνθος μόνον φανερόν. ἀλλὰ τὸ μὲν τῶν δένδρων τινῶν ἔτι καὶ ἄλλας ἴσως ἀπορίας ἔχει. καὶ γὰρ τὸ περὶ τοὺς φοινίκας ἄτοπον καὶ λόγου δεόμενον, καὶ τὸ οὕτως ἀμενηνά τινων εἶναι τὰ σπέρματα καθάπερ καὶ τῆς κυπαρίττου.

τὰ γὰρ τοιαῦτα δίδωσί τινα ἔννοιαν καὶ ὑπὲρ τοῦ μὴ ἔχειν ἔνια τροφὴν πρὸς ἑαυτοῖς· πλὴν ἴσως ἄλλοις ἄλλη καὶ ὕλη καὶ τροφὴ καὶ ἱκανόν τισιν ἂν ἔχῃ τὸ διατηρῆσον. ὑπὲρ δὲ τῶν σιτηρῶν καὶ ὅλως τῶν ἐπετείων αἱ μὲν τοιαῦται διαφοραὶ ῥᾴους οἷον αἱ κατὰ τὰς βλαστήσεις καὶ τελειώσεις καὶ τὰ λοιπὰ πάθη τὰ συμβαίνοντα τοῖς τοιούτοις.

περὶ δὲ τῆς ἐξαλλαγῆς εἰς ἕτερον γένος ὥσπερ ἐκ πυρῶν εἰς αἴρας καὶ εἰ δὴ πάλιν τῶν αἰρῶν εἰς πυροὺς καὶ τῶν ζειῶν εἰς βρόμον ἄτοπον αὐτῷ τε τῷ συμβαίνοντι καὶ τῷ ἰδίῳ· μόνα γὰρ δὴ ταῦτα μεταβάλλει τῶν σπερμάτων φυσικῶς· ὁ γὰρ ἐκ τῆς τίφης καὶ τῆς ζειᾶς πυρὸς παρασκευῇ πως καὶ τέχνῃ καθάπερ οἱ τὰ σπέρματα προβρέχοντες εἰς τὴν γλύκανσιν.

ἄτοπον δὲ πρὸς τῷ μόνα καὶ ὅτι

ἰσχυρότερα δοκοῦντα τῶν χεδροπῶν εἶναι· τὸ γὰρ ἀσθενὲς εὐφθαρτότερον, φθορὰ δέ τις ἡ ἔκστασις· καὶ μᾶλλον πυρὸς εἰ κριθῆς ἰσχυρότερον. ἔτι δὲ τὰ μὲν ἰσχυρότερα εἰς τὸ ἀσθενέστερον μεταβάλλειν· ἡ δὲ αἶρα καὶ πυροῦ καὶ κριθῆς ἰσχυρότερον ὥσθ᾽ ἅμα συμβαίνει καὶ τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν ἰσχυρότερον.

ἡ δὲ διαφθορὰ καὶ ἡ μεταβολὴ δυοῖν θάτερον ἢ ἐν τοῖς σπέρμασιν ἢ ἐν τῇ χλόῃ. σπέρματος μὲν οὖν γαλάκτωσις, σῆψις, ὅλως διάχυσις ὧν οὐδὲν φύσιμον. ἡ δὲ χλόη ῥιζωθέντων ἤδη, τὰς δὲ ῥίζας μεταβάλλειν ἄτοπον. ὅθεν δὴ τοῖς τοιούτοις παραπεπεισμένοι τινὲς ὡς ἀλόγοις ὅλως οὐδὲ γίνεσθαί φασιν τὴν ἔκστασιν ἀλλ᾽ ἐπομβρίαις φύεσθαι καὶ συνίστασθαι τὴν αἶραν ὃ καὶ καθ᾽ αὑτὴν φαίνεται ποιοῦσα μὴ σπαρέντων πυρῶν ἢ κριθῶν ἐν ταῖς ἐπομβροτάταις χώραις.