On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ἐν δὲ τοῖς τῶν λαχανωδῶν τὰ μὲν ἄλλα τὴν ἐξομοίωσιν ἀποδίδωσι, ῥάφανος δὲ καὶ μαλάχη δοκεῖ παραλλάττειν καὶ δενδρικώτερα· τὰς δ᾽ ἐκφύσεις πλέον ἀλλήλων ἔτι ταῦτα παραλλάττει τῶν σιτηρῶν. τὰ μὲν γὰρ τριταῖα διαβλαστάνει καθάπερ ὤκιμον σίκυος κολοκύντη, τὰ δὲ πεμπταῖα ἢ ἑκταῖα, τὰ δὲ πεντεκαιδεκαταῖα καθάπερ πράσον, τὸ δὲ σέλινον τεσσαρακοσταῖον ἐνιαχοῦ δὲ πεντηκοσταῖον, δυσφυέστατον γὰρ τοῦτο πάντων. δυσφυὲς δὲ καὶ τὸ κορίαννον, οὐ γὰρ βλαστάνει μὴ βρεχθὲν, αἰτία δ᾽ ἡ σκληρότης, ὥσπερ γὰρ ξυλῶδές ἐστι τὸ περιέχον.

ἡ δὲ τῶν τευτλίων ἀνωμαλία τῷ τὰ μὲν ὕστερον μηνὶ ἐκβλαστάνειν τὰ δὲ δυοῖν τὰ δὲ πλείοσι τὰ δὲ καὶ ἐνιαυτῷ σημαίνειν ἔοικε τῶν σπερμάτων αὐτῶν ἀτεραμνότητά τινα πρὸς τὴν βλάστησιν. τὰ δὲ θερινὰ σπειρόμενα δῆλον ὡς δι᾽ ἀσθένειαν· δι᾽ ὃ ταχύ τε παραγίνεται καὶ ταύτην τὴν ὥραν φύεται φέρειν οὐ δυνάμενα τὸν χειμῶνα, τὰ μὲν ὄντα ξηρὰ καθάπερ καὶ τὸ ὤκιμον τὰ δ᾽ ὑγρὰ καὶ ψυχρὰ καθάπερ ὁ σίκυος καὶ ἡ ἀνδράχνη. θαυμαστὸν δ᾽ ἂν δόξειε τὸ τοῦ ἀβροτόνου

μάλιστα δι᾽ ὅτι θερμὸν ὂν τὴν ἀλέαν διώκει· αἰτία δὲ ἡ ἀσθένεια· πρὸς ἄμφω γὰρ ἀσθενεῖ καὶ πρὸς τοὺς χειμῶνας καὶ πρὸς τὰ καύματα.

τὸ δ᾽ ὅλον οὐ ποιεῖ ἡ θερμότης μάλιστα εὐβλαστεῖν εἴπερ θερμὰ τὰ δριμέα· καὶ γὰρ τὸ πράσον καὶ τὸ γήτειον καὶ ἔτι μᾶλλον ἡ θύμβρα καὶ ἡ ὀρίγανος δυσβλαστῆ· δεῖ γὰρ ἔχειν τινὰ ὑγρότητα καὶ οὐχ ἧττον ἀλλὰ μᾶλλον ἴσως εὐκρασίαν τὸ εὐβλαστὲς πρὸς τὸ ποιεῖν καὶ πάσχειν. ὅλως δ᾽ ὡς ἐν γένει λαβεῖν ξηρότατα τῶν σπερμάτων τὰ στεφανωματικὰ καὶ τὰ τῶν λαχάνων ὅθεν καὶ τάχιστα τὰς ἰκμάδας ἕλκει· δι᾽ ὃ καὶ κρεμαννύουσιν αὐτὰ καὶ οὐ ῥαίνουσι τὰ οἰκήματα οὐδ᾽ ὕδωρ εἰσφέρουσιν ὅλως.

ἡ δὲ διαμονὴ θησαυριζομένων πρός τε τοὺς σπόρους καὶ πρὸς τὰς ἄλλας χρείας παραπλησία καὶ τοῖς σιτηροῖς, γόνιμα μὲν εἰς τετραετίαν μάλιστα χρήσιμα δὲ πρὸς τἆλλα πλείω χρόνον ὥσπερ ὁ σῖτος εἰς τροφήν. καὶ τοῦτο δὲ καὶ κατὰ λόγον ὥσπερ καὶ τοῖς ζώοις πρῶτον ἀπολιπεῖν τὴν τῆς γονῆς δύναμιν. καὶ γὰρ ἐν τούτοις ἡ ἀρχὴ τοῦ γεννᾷν ὅπερ ἄν τις ὡς σπέρμα θείη τὸ δὲ λοιπὸν ὡς τροφὴν καὶ ὕλην προσηρτημένην· ἀλλὰ τὸ ὅλον καλεῖται σπέρμα δι᾽ ὃ καὶ ζῆν αὐτά φασι καὶ μὴ ζῆν ὅταν διαμένῃ ταύτῃ ἢ φθαρῇ καθάπερ καὶ τὰ ὠά· συμβαίνει δὲ καὶ τοῦτο καὶ τοῖς βαλανώδεσι καὶ τοῖς ἄλλοις. εἰς βλάστησιν δὲ τὰ ἔνα τῶν νέων οὐκ ἄλογον εἶναι βελτίω, ξυνεστηκότα τε καὶ οἷον αὐτὰ αὑτῶν ὄντα μᾶλλον. πρόσεστι γάρ τις καὶ τούτων πέψις ἀποπνεύσαντος τοῦ ἀλλοτρίου· χρονιζομένου δὲ πάλιν γῆρας καὶ φθίσις.

περὶ δὲ τοῦ ἐκκαυλεῖν τάχιστα μὲν τὰ ἀπὸ τῶν ἀκμαζόντων ὡς ἰσχυροτάτων, τελέωσις γάρ τις ἡ ἐκκαύλησις εἴπερ ὁ καρπὸς ὡς τέλος, οὐκ ἄλογον. δευτέρα δὲ ἡ ἐκ τῶν παλαιοτέρων, καὶ γὰρ ἐκ τούτων οἷον καθαρωτέρα τις καὶ πλείων ἡ δύναμις. ἐν δὲ τοῖς νέοις ἀναμεμιγμένη καὶ τὸ πλέον εἰς τὴν τροφὴν ἄγουσα

καθάπερ ἐν τοῖς ἄλλοις· αἰεὶ γὰρ ὀψιαίτερα τὰ πολύτροφα· δι᾽ ὃ καὶ εἰ μὴ τὰ ἀπὸ τῶν ἀκμαζόντων ἐκκαυλεῖ πρῶτα ἀλλὰ τὰ ἀπὸ τῶν παλαιοτέρων οὐκ ἄλογον.

περὶ οὗ δὴ καὶ ἀντιλέγουσί τινες. ἐκκαυλεῖν γάρ φασι τὰ ἀσθενέστερα μᾶλλον ὥσπερ ἐπὶ τῶν λαχάνων. αἴτιον δὲ ὅτι εὐπαθέστερά τε καὶ ἐλάττω τροφὴν ἔχοντα τελειοῖ τὸ δὲ ἐκκαυλεῖν ὥσπερ τελέωσις, δι᾽ ὃ καὶ τῶν δένδρων τὰ πρεσβύτερα θᾶττον πέττει καὶ μᾶλλον τοὺς καρποὺς, τὰ δὲ ἐν ἀκμῇ πλείους μὲν καὶ καλλίους ἔχει βραδύτερον δέ. φαίνεται δ᾽ οὖν εἰ τοῦτο ἀληθὲς ὅτι ταχυγονώτερα τὰ παλαιότερα. μεμίχθαι γάρ τις ἐν τοῖς σπέρμασι δοκεῖ οἷον ὕλη καὶ τροφὴ ταῖς ἀρχαῖς ἣν δεῖ προκατειργάσθαι πρότερον ἢ εἰς τὴν βλάστησιν ἐλθεῖν.

εἴη δ᾽ ἂν κἀκεῖνο λέγειν πρός γε τὸ ἐκκαυλεῖν ὡς ἧττον ῥιζουμένων τῶν παλαιῶν εἰς δὲ τὸ ἄνω μᾶλλον φερομένων ταχεῖαν ποιεῖ τὴν τελείωσιν ὥσπερ σχεδὸν καὶ ἐπὶ τῶν ὀλιγοχρονίων πάντων ἐστὶ καθάπερ καὶ ἐπὶ τῶν τριμήνων λέγεται. τοὺς δὲ χρόνους δῆλον ὅτι καὶ τὰς ἀκμὰς κατὰ τὰς φύσεις ἑκάστων ληπτέον. ἀλλὰ γὰρ ταῦτα μὲν ὁμοιότητά τινα ἔχει. τὰ δ᾽ ἴδια καθ᾽ ἕκαστον γένος αὐτὰ καθ᾽ ἑαυτὰ λέγουσιν ἐπὶ πλέον. ῥητέον δὲ τοῖς τῶν δένδρων καὶ πρὸς αὐτὰ καὶ πρὸς τὰ ἄλλα θεωροῦσιν.