On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Τὸ δὲ μὴ ἐπιμένειν ἐπὶ τῷ θήλει φοίνικι τὸν καρπὸν ἂν μὴ τὸ τοῦ ἄρρενος ἄνθος κατασείωσι ἅμα τῷ κονιορτῷ κατ᾽ αὐτοῦ, καὶ γὰρ τοῦτο λέγουσί τινες, ἴδιον μὲν παρὰ τὰ ἄλλα παρόμοιον δὲ τῷ ἐρινασμῷ τῶν συκῶν. ἐξ ὧν πρὸς τὸ τελειογονεῖν μὴ αὔταρκες εἶναι τὸ θῆλυ καὶ μάλιστα ἄν τις ἐπαγάγοι, πλὴν ἐχρῆν τοῦτο μὴ ἐφ᾽ ἑνὸς ἢ δυοῖν ἀλλ᾽ ἐπὶ πάντων ἢ τῶν πλείστων εἶναι· τὴν γὰρ φύσιν οὕτω κρίνομεν τοῦ γένους. ἀτοπώτατον δὲ καὶ ἐπ᾽ αὐτῶν τούτων τὸ τοῦ φοίνικος, ὁ γὰρ ἐρινασμὸς δοκεῖ φανερὰν ἔχειν τὴν αἰτίαν.

ἀλλὰ περὶ μὲν τούτων ἅλις.

ἡ δὲ τῶν ἄλλων ἰδιότης ὅσων ἐστὶν συμφανεστέρας ἔχει τὰς αἰτίας, οἷον ὡς τὴν ἀμυγδαλῆν ὅταν ἄρχηται καρποφορεῖν οὔτε ὑδρεύουσιν οὔτε κοπρίζουσιν οὔτε διακαθαίρουσιν εἰ μὴ τὰ αὖα μόνον, οὐδ᾽ ἄλλο τῶν τοιούτων οὐδὲν δρῶσι· πάντα γὰρ ἀφαιροῦσιν ὅπως μὴ ὑπερισχύσασα ἀποβάλλῃ τοὺς καρποὺς ἐν τῷ ἀνθεῖν, δι᾽ ὃ καὶ χώραν οὐκ ἀγαθὴν ζητοῦσιν. ἐὰν δὲ μετὰ ταῦτα ἀκαρπῇ τάς τε ῥίζας γυμνώσαντες παραδιδόασι τῷ χειμῶνι καὶ τὰς ἄλλας κολάσεις προσφέρουσι τὰς εἰρημένας.

ὁμοίως δὲ ὅσων οἱ φλοιοὶ περιαιροῦνται καθάπερ ἀμπέλου κέδρου φιλύρας καὶ ὅλως τῶν φλοιορραγῶν. αὐτὴ γὰρ ἡ φύσις ἐνταῦθα ἔοικεν ἐπιδεικνύναι τὸ συμφέρον ἀφισταμένη καὶ ἀλλότριον ποιοῦσα· τὸ δ᾽ ἀλλότριον ἅπαν βλαβερὸν ὥσπερ καὶ τὸ αὖον. καὶ ἐπὶ τῶν ἄλλων δὲ τὸν αὐτὸν τρόπον ὅπου τις ἰδιότης οἰκεία πρὸς τὴν φύσιν. καὶ περὶ μὲν δένδρων ἐκ τούτων θεωρητέον.