On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

αἱ δ᾽ ὑγραὶ καὶ σαρκώδεις οὐ δέονται τῆς ἀναστομώσεως καὶ δήξεως. ὅλως δ᾽ αἱ μεταβολαὶ τῶν δένδρων διὰ τὰς θεραπείας ὥστε ἐξ ὀξέων καὶ πικρῶν γλυκέα γίγνεσθαι καθάπερ αἵ τε ῥοαὶ καὶ αἱ ἀμυγδαλαῖ καὶ εἴ τι ἄλλο τῷ τὰς ῥίζας ἀλλοιοῦσθαι μεταβάλλει· μεταβάλλουσι δὲ κατὰ τὴν γῆν καὶ τὴν τροφὴν. γλυκέα μὲν οὖν μετὰ τρία ἢ τέτταρα ἔτη γίνονται· τοσοῦτον γὰρ ἡ θεραπεία· ῥόαι δὲ πικραὶ διαμέ-

νουσι καί τινα πλείω χρόνον.

μεταβολὴ δ᾽ εὐλόγως τῶν καρπῶν ἐκπεττομένης μᾶλλον τῆς τροφῆς, ἐκπέττεται δὲ τῷ τοιούτῳ ποιάν τινα τὴν ῥίζαν εἶναι. τὸ δ᾽ ὅλον ὥσπερ καὶ πρότερον ἐλέχθη περὶ τῶν σπερμάτων κινουμένης καὶ μεταβαλλούσης τῆς ἀρχῆς συμμεταβάλλει καὶ τἆλλα καὶ ἡ ὅλη φύσις. αἱ τροφαὶ δὲ κινοῦσιν καὶ ἐξαλλοιοῦσιν ἐὰν πλείω γίνωνται χρόνον. ἐπεὶ καὶ ὅσα τοῖς θερμοῖς ἀρδευόμενα βελτίω καθάπερ ἥ τε μηλέα ἡ ἠρινὴ καὶ ὁ μύρρινος· καὶ γὰρ οὕτως ἀπύρηνος ὥσπερ φασὶ γίνεται. καὶ ἐξ ἀρχῆς οὕτω συνώφθη κατὰ σύμπτωμα πρὸς λούτρῳ ὄντος μυρρίνου καὶ ἐξημελημένου· τούτου γὰρ ἀπυρήνου γενομένου λαμβάνοντες ἐφύτευον ὅθεν τὸ γένος Ἀθήνῃσι γέγονεν. ἀλλὰ ταῦτα μὲν ἔχοντά τινα ὁμοιότητα πρὸς πίστιν εἴρηται τῶν ἐξ ἀρχῆς.

ἡ δ᾽ ἁλυκότης τῶν ὑδάτων ὅτι καὶ τῶν λαχανωδῶν τισὶν ἁρμόττει καὶ δι᾽ ὅτι τῷ λίτρῳ χρῶνται πρὸς ἔνια πρότερον εἴρηται, δι᾽ ὃ καὶ τοῦθ᾽ ὡς ἐοικὸς οἰκεῖον παραληπτέον· ἀπὸ γὰρ τούτων δῆλον ὅτι καὶ τῆς τροφῆς καὶ τούτων ἡ γλυκύτης. ἀλλὰ τοῖς μὲν πικρότης τις ἐν τοῖς χυλοῖς σύμφυτος τῷ δὲ φοίνικι στρυφνότης ἣν ἐξαιροῦσιν εὐθὺς οἱ ἅλες ἐκ τῆς πρώτης ἀρχῆς. περὶ μὲν οὖν τῶν ἁλῶν ἱκανῶς εἰρήσθω.