On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Εὐλόγως δὲ καὶ μακροβιώτερα τὰ ἄκαρπα τῶν καρπίμων καὶ τὰ ὀλιγόκαρπα τῶν πολυκάρπων ὅσα μὴ δι᾽ ἀσθένειαν ἢ ὑγρότητα ἢ δι᾽ ἄλλην τινὰ αἰτίαν ἄκαρπα ἢ ὀλιγόκαρπα καθάπερ τά τε πάρυδρα καὶ ἀλσώδη καὶ ὅσα μανὰ καὶ εὔσηπτα καθάπερ ἡ δάφνη· ταῦτα μὲν γὰρ καὶ εἴ τι τοιοῦτον ἄλλο διὰ τὰς εἰρημένας αἰτίας. ἡ δὲ καρποτοκία πολὺ τῆς φύσεως ἀφαιρεῖ καὶ τὸ κυριώτατον ὅπερ καὶ ἐπὶ τῶν ζώων συμβαίνει· τὰ γὰρ πολυτοκώτατα καὶ γηράσκει τάχιστα καὶ ἀπόλλυται. φανερὸν δὲ ἀμέλει καὶ ἐπ᾽ αὐτῶν ἐστι τῶν δένδρων· ὅσα γὰρ πολυφόρα καὶ πολύκαρπα ταῦτα καὶ ὅλως καταγηρᾷ θᾶττον καὶ ἐν τοῖς ὁμογενέσιν οἷον ἀμπέλοις συκαῖς τοῖς τ᾽ ἄλλοις, τὰ δὲ στέριφα καὶ ὀλιγόκαρπα χρονιώτερα ὡς εἰπεῖν.

καί ποτε μᾶλλον δὲ πολλάκις ὑπερκαρπήσαντα τὰ δένδρα δι᾽ ἀσθένειαν ἀφαυάνθη καὶ μάλιστα τοῦθ᾽ αἱ ἄμπελοι πάσχουσι καὶ τἆλλα δὲ τὰ πολύκαρπα διὰ τὸ ἐξανηλῶσθαι τὴν φύσιν εἰς τοὺς καρποὺς ὃ καὶ τοῖς σιτηροῖς σπέρμασι καὶ ὅλως τοῖς ἐπετείοις συμβαίνει, δι᾽ ὃ καὶ ἐπέτεια· συνεξαυαίνονται γὰρ εὐθὺς αἱ ῥίζαι τελειουμένων τῶν καρπῶν διὰ τὰς αὐτὰς ἀνάγκας ἐκδιδομένης πάσης τῆς φύσεως. τὰ δὲ δένδρα παραχρῆμα μὲν ἢ οὐ πάσχει τοῦτο ἢ οὐ φανερὰ γίνεται περιϊσταμένης δὲ τῆς ὥρας ἐξεδήλωσεν. ἐὰν δέ τι καὶ ἐπιγένηται τοιοῦτον ἐκ τοῦ ἀέρος ὥστε πιέσαι καὶ κακῶσαι καὶ θᾶττον.

οὐ μόνον δ᾽ οὕτω τὰ ὑπερκαρπήσαντα ἀλλὰ καὶ τὰ πολυκαρπήσαντα πονεῖ πολλάκις δὲ καὶ φθείρεται· κενωθὲν γὰρ ἅπαν ἀσθενὲς ἐν ἀσθενεῖ δὲ καὶ τὸ μὴ ἰσχυρόν· διὰ τοῦτο καὶ τὰ γεωργούμενα τῶν ἀγεωργήτων θᾶττον γηράσκει καὶ τὰ βελτίω τῶν χειρόνων καὶ τὰ ἥμερα ὅλως τῶν ἀγρίων· καί-

τοι τάχ᾽ ἂν δόξειεν ἄτοπον εἰ τὰ μᾶλλον τυγχάνοντα θεραπείας· ἀλλ᾽ ἡ θεραπεία πρὸς καρπογονίαν οὐ πρὸς ἰσχύν· αὕτη δὲ ἀναιρεῖ, τὸ δὲ μακρόβιον ἐν τῷ ἰσχύειν, ἰσχυρὸν δὲ τὸ πυκνὸν καὶ στέριφον. ὅθεν καὶ Θάσιοι τὰς γεωργίας ἀπομισθοῦντες οὐ φροντίζουσι τῶν ἄλλων ἐτῶν ἀλλὰ καὶ βούλονται κακουργεῖν ὑπὲρ δὲ τοῦ τελευταίου συγγράφονται πρὸς τὴν αὐτῶν κατάληψιν. συμβαίνει δὲ τοῦτο καὶ ἐπὶ τῶν ζώων·