On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Τῶν δὲ ὁμογενῶν ἐν οἷς τὰ μὲν ἄκαρπα τὰ δὲ κάρπιμα τῶν ἀγρίων, ἃ δὴ θήλεα τὰ δ᾽ ἄρρενα καλοῦσιν, ἐν ἐκείνῃ τῇ αἰτίᾳ περιλαμβάνεται τῇ καὶ πρότερον εἰρημένῃ περὶ τῶν ἀκάρπων ὅτι διὰ πυκνότητα καὶ ἰσχὺν καὶ εὐτροφίαν ἄκαρπα γίνεται· συμβαίνει γὰρ ἅπαντα εἰς ἑαυτὰ καταναλίσκειν. ἡ δὲ καρποτοκία δεῖται μὲν τῆς φυσικῆς περιττώσεως· ἐκ ταύτης γὰρ ὁ καρπὸς ὥσπερ καὶ τοῖς ζώοις τὸ σπέρμα· τρεπομένης δ’ εἰς ἕτερον ἀεὶ καὶ ἀναλισκομένης ἀφαιρεῖται τὴν γένεσιν· ἡ γὰρ φύσις οὐ διαρκὴς εἰς ἄμφω μὴ λαμβάνουσα τὸ σύμμετρον.

οἷς μὲν οὖν ἐνίοτε τοῦτο συμβαίνει τότε ἄκαρπα γίνεται, οἷς δ᾽ εὐθὺς ἐνταῦθα ἡ ὁρμὴ τῆς φύσεως ὅλως ἄκαρπα. δι᾽ ὃ δὴ καὶ τῶν ἀγρίων ἔνια τοιαῦτ᾽ ἐν τοῖς ὁμογενέσιν ἅπερ ἰσχυρότερα καὶ πυκνότερα καὶ ὡς ἐπὶ πᾶν μείζω γίνεται διὰ τὴν εὐτροφίαν. ἐπεὶ καὶ τὰ μικρόκαρπα πάνθ᾽ ὡς ἐπὶ τὸ πολὺ μείζω καὶ τὰ εἰς μέγεθος ὡρμημένα μικροκαρπότερα καθάπερ καὶ ἡ ἰνδικὴ συκῆ καλουμένη. θαυμαστὴ γὰρ οὖσα τῷ μεγέθει μικρόν τε ἔχει φύσει σφόδρα τὸν καρπὸν καὶ ὀλίγον ὡς εἰς τὴν βλάστησιν ἐξαναλίσκουσα πᾶσαν τὴν τροφήν· καὶ γὰρ σφόδρα μεγαλόφυλλος ἀφ᾽ ὧν ἔοικε διὰ τὴν εὐβοσίαν καὶ ἡ τῶν ῥιζῶν τῶν καθιεμένων εἶναι γένεσις. ἴσως δ᾽ ἀνάπαλιν ὅτι καὶ εἰς ταῦτα καταμερίζεται, διὰ τοῦτο οὖν ἀσθενέστερός ἐστι καὶ ἐλάττων ὁ καρπός· ὑπὲρ δὲ τῶν ῥιζῶν ἐν ἑτέροις εἴρηται.

μόνα δὲ ἢ μάλιστα τῶν πολυκάρπων αὔξησιν λαμβάνει μεγέθους ἄμπελος καὶ συκῆ· δύναται γὰρ ἡ μὲν ἐφ᾽ ὁσονοῦν ἐφικνεῖσθαι κληματουμένη καὶ ἔδαφος εὔγειον ἔχουσα καὶ

εὔτροφον, ἡ δὲ καὶ εἰς ὕψος αἴρεσθαι καὶ πολύκλαδος γινομένη πολὺν καταλαμβάνειν τόπον.