On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ἅπαντα δὲ χείρω τὰ ἐκ σπέρματος ὡς ἐπὶ πᾶν ἔν γε τοῖς ἡμέροις οἷον ῥόα, συκῆ, ἄμπελος, ἀμυγδαλῆ. καὶ γὰρ ὅλως τὰ γένη μεταβάλλει καὶ ἐξαγριοῦται πολλάκις ἔνια καθάπερ ἐν ταῖς ἱστορίαις εἴρηται. τούτου δ᾽ αἴτιον ἡ ἀσθένεια τῶν σπερμάτων. κρατεῖται γὰρ ὑπὸ τῆς ἐπιρροῆς πλείονος οὔσης· καὶ ὥσπερ ἄκαρπα

γίνεται διὰ πλῆθος τροφῆς οὐ δυνάμενα πέττειν οὕτως καὶ χείρω γίνεται διὰ τὸ μὴ κρατεῖν. καὶ διὰ τοῦτο Θάσιοι τὰς ἀμυγδαλᾶς ὅταν προσαυξηθῶσιν ἐνοφθαλμίζουσιν· ἐκ γὰρ μαλακῶν σκληραὶ γίνονται μετὰ τὴν φυτείαν· εἴη δ᾽ ἂν τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ποιεῖν.

ὅσα δὲ ἰσχυρὰ τῶν σπερμάτων ταῦτα διαμένει μᾶλλον ὥσπερ ὅ τε φοῖνιξ καὶ πεύκη ἡ κωνοφόρος καλουμένη καὶ πίτυς ἡ φθειροφόρος. ὡσαύτως δὲ καὶ τὰ τῶν ἀγρίων· ἴσως δ᾽ οὐκ ἔχει ταῦτά γε μετάβασιν εἰς τὸ χεῖρον· ἡ γὰρ ἀγριότης ἔσχατον. ἀλλ᾽ ἡ εὐχυλία καὶ ἡ εὐσαρκία τούτων πρὸς ἄλληλα γίνεται διὰ τὸν ἀέρα καὶ ἁπλῶς τοὺς τόπους. ἐπεὶ καὶ τὰ ἥμερα εἰς τοῦτο διαφέρει· δύνανται γάρ τινες χῶραι διατηρεῖν τὰς φύσεις, αἱ μὲν μέχρι τινὸς, αἱ δ᾽ ἁπλῶς· αἱ δὲ καὶ μεθιστάναι πρὸς τὸ βέλτιον καθάπερ εἴρηται περί τε τῶν ἐν Αἰγύπτῳ καὶ ἐν Κιλικίᾳ ῥοῶν· αἱ μὲν γὰρ γλυκεῖαι καὶ οἰνώδεις, αἱ δ᾽ ἀπύρηνοι καὶ καλλίκοκκοι γίνονται περὶ τὸν Πίναρον ποταμόν.

ἁπλῶς δ᾽ ὅταν οἰκείαν χώραν λάβωσιν οἱ καρποὶ. μᾶλλον δύνανται τὰ γένη διατηρεῖν ὅταν μάλιστ᾽ εὐσθενῇ καὶ καλλικαρπῇ τὰ δένδρα. ἐν δὲ τοῖς ἐπετείοις σπέρμασι πανταχοῦ πρὸς τὴν χώραν ἡ μεταβολὴ γίνεται πλὴν οὐκ εὐθὺς σπαρέντων, ὀλίγος γὰρ ὁ ἐν τῇ γῇ χρόνος, ἀλλὰ τρίτῳ δὴ ἔτει· τότε γὰρ ἀλλοιοῦται πρὸς τὴν ἐκτελείωσιν ὥσπερ καὶ τὰ ζῶα· καὶ γὰρ ταῦτα τριγονήσαντα συνεξομοιοῦται· οὐ μὴν ἀλλ᾽ ἐπίδηλόν γέ τι ποιεῖ καὶ ὁ πρῶτος ἐνιαυτός. καὶ τὰ μὲν ἐκ τῶν σπερμάτων χείρω διὰ ταύτας τὰς αἰτίας.