On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ἡ δ᾽ ἐπέτειος βλάστησις, αὕτη γὰρ οἷον δευτέρα γένεσίς ἐστιν, οὐχ ἅμα γίνεται πᾶσιν ἀλλὰ παραλλάττει ταῖς ὥραις, ὥστε σχεδὸν ἐν ταῖς ἐναντίαις ἐνίων εἶναι καὶ τὰ μὲν θέρους, τὰ δὲ χειμῶνος βλαστάνειν. ὁμοίως δὲ καὶ ἡ καρπογονία· καὶ γὰρ αὕτη διέ-

στηκε τοῖς χρόνοις· ὡς μὲν οὖν ἁπλῶς εἰπεῖν τὰ πρὸς ἑκάστην ὥραν σύμμετρον ἔχοντα τὴν κρᾶσιν ταῦτα καὶ τὰς βλαστήσεις ἐν ἑκάστῃ καὶ τὰς τελειώσεις τῶν καρπῶν ἀποδίδωσιν·

οὐ μὴν ἀλλὰ δεῖ καὶ τοῖς καθέκαστα πειρᾶσθαι διαιρεῖν· ἔνια μὲν γὰρ εὐβλαστῆ καὶ ἡ βλάστησις δι᾽ ἰσχὺν καὶ πολυτροφίαν ὥσπερ ἀμυγδαλῆ ῥοιά καὶ ὅλως τὰ ἄγρια μᾶλλον τῶν ἡμέρων. ἔνια δὲ δι᾽ ἀσθένειαν ὥσπερ τὰ ποιώδη καὶ ἐπέτεια· καὶ γὰρ ἀνθεῖ πολλὰ τούτων κατὰ χειμῶνα καθάπερ καὶ ἡ ἀνεμώνη· φαίνεται δὲ οὐδ᾽ ἡ μηλέα προανθεῖν δι᾽ ἰσχὺν, ἀλλὰ δι᾽ ἄλλην αἰτίαν. ἑκάτερα δ᾽ εὐλόγως πρωϊβλαστεῖ καὶ τὰ ἰσχυρὰ καὶ τὰ ἀσθενῆ· τὰ μὲν γὰρ τῇ δυνάμει καὶ τῷ πλήθει προωθεῖ, τὰ δὲ ὑπὸ μικρῶν εὐκίνητα τῶν κατὰ τῶν ἀέρα.

μέγα δὲ καὶ ὑγρότης καὶ μαλακότης εἰς τὸ προϊέναι ὥσπερ καὶ ἐπὶ τῆς πρώτης φύσεως ἐλέχθη· τὸ γὰρ ξηρὸν καὶ πυκνὸν οὐτ᾽ εὐδίοδον ὁμοίως οὐθ᾽ ὕλης ἔχει πλῆθος. ὅσα δὲ ἐν ταῖς ἐναντίαις ὥραις ἐκβλαστάνει τούτων αἰτιῶνταί τινες τὴν ψυχρότητα καὶ θερμότητα· τὰ μὲν γὰρ ψυχρὰ τοῦ θέρους, τὰ δὲ θερμὰ τοῦ χειμῶνος βλαστάνειν, ὥστε ἑκατέραν τὴν φύσιν σύμμετρον εἶναι πρὸς ἑκατέραν τῶν ὡρῶν. οὕτω γὰρ οἴεται καὶ Κλείδημος· οὐ κακῶς μὲν οὖν ἴσως οὐδὲ τοῦτο λέγεται, δεῖ δὲ καὶ τὴν ὀλιγότητα καὶ τὴν ἀσθένειαν καὶ εἴ τι ἄλλο συναίτιον προστιθέναι καθάπερ καὶ ἐπὶ τῶν λαχανωδῶν ὁρῶμεν.